Αγία Ακυλίνη (ή Ακυλίνα)
13 Ιουνίου
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Παρθένος ἀκήρατος καὶ ἀθληφόρος σεμνὴ ἐδείχθης τοῖς πέρασι τῇ ἀγαπήσει Χριστοῦ, Ἀκυλίνα θεόνυμφε· σὺ γὰρ καθάπερ ῥόδον νοητὸν τεθηλυῒα, ἐπνεύσω ἐν ἀθλήσει τῆς ἁγνείας τὴν χάριν πρεσβεύουσα τῷ Κυρίῳ σῴζεσθαι ἅπαντας.
Άγιος Τριφύλλιος Επίσκοπος Λύδρας
13 Ιουνίου
Ἀπολυτίκιον
Ήχος γ'. Θείας πίστεως.
Ζήλον πίστεως έχων, Παμμάκαρ, ανεβλάστησας καρπούς ωρίμους, των γαρ εχθρών κατήσχυνας τας φάλαγγας, και τον Βελίαρ, Τριφύλλιε, έκτεινας· Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Όσιος Φιλόθεος ο εκ Σκλαταίνης κτήτωρ της Ι.Μ. Αγίου Στεφάνου Μετεώρων
13 Ιουνίου
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Σκλαταίνης τόν γόνον, Μετεώρων τό καύχημα, καί Μονῆς Ἁγίου Στεφάνου, πολιστήν καί δομήτορα, τιμήσωμεν Φιλόθεον πιστοί, ὡς λύχνον τοῦ Χριστοῦ ἀειλαμπῆ, καταυγάζει γάρ Σεμνείῳ τῷ Ἱερῷ, τῆς Οἰκουμένης πέρατα. Δόξα τῷ ἁγιάσαντι Θεῷ, δόξα τοῖς ἑπομένοις σοῖς σεπτοῖς, ἐντάλμασιν Πανίερε.
Τις πρεσβείες τους να έχουμε.