Όσιος Ιλαρίων ο Μέγας
21 Οκτωβρίου
Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐγκρατείας τὴ αἴγλη λαμπρυνθεῖς τὴν διάνοιαν, ἤστραψας θαυμάτων ἀκτῖνας Ἰλαρίων Πατὴρ ἠμῶν, καὶ γεγονὸς φωστὴρ περιφανής, καὶ στῦλος εὐσέβειας θεαυγῆς, καταυγάζων τὴ ἐνθέω σου βιοτῆ, τοὺς πίστει προσιόντας σοί. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.
Όσιος Φιλόθεος ο Αγιορείτης
21 Οκτωβρίου
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Θείᾳ χάριτι, τῆς Θεοτόκου, ὡς λελύτρωσαι, χειρῶν ἀπίστων, ἐν Νεαπόλει ὁσίως ἐμόνασας, καὶ ἐν τῷ Ἄθῳ ἀσκήσας Φιλόθεε, φίλος Θεοῦ φερωνύμως γεγένησαι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τις πρεσβείες τους να έχουμε.