Αγία οσιομάρτυς Παρασκευή26 Ιουλίου
ἈπολυτίκιονἮχος α’.Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Άγιοι Ερμόλαος, Ερμίππος και Ερμοκράτης26 Ιουλίου
ἈπολυτίκιονἮχος γ’. Τὴν ὡραιότητα.Ἱερατεύσαντες, γνησίως Ἅγιοι, τῷ πρυτανεύσαντι, ἠμὶν τὰ κρείττονα, τοῦ μαρτυρίου τὴν ὁδόν, ἠνύσατε γηθοσύνως, Ἱερὲ Ἐρμόλαε, σὺν Ἐρμίππω Ἐρμόκρατες, τρίστυλον ἑδραίωμα, Ἐκκλησίας γενόμενοι, διὸ ἐκδυσωπεῖτε ἀπαύστως, σώζεσθαι πάντας πάσης βλάβης.
Αγία μάρτυς Ωραιοζήλη26 Ιουλίου
ἈπολυτίκιονἮχος γ’. Τὴν ὡραιότητα.Η αμνάς σου Ιησού, κράζει μεγάλη τη φωνή. Σε Νυμφίε μου ποθώ, και σε ζητούσα αθλώ, και συσταυρούμαι και συνθάπτομαι τω βαπτισμώ σου· και πάσχω δια σε, ως βασιλεύσω συν σοι, και θνήσκω υπέρ σου, ίνα και ζήσω εν σοι· αλλ’ ως θυσίαν άμωμον προσδέχου την μετά πόθου τυθείσάν σοι. Αυτής πρεσβείαις, ως ελεήμων, σώσον τας ψυχάς ημών.
Όσιος Γερόντιος ο ιδρυτής της Σκήτης Αγίας Άννης26 Ιουλίου
ἈπολυτίκιονἮχος γ’. Θείας πίστεως.Γέρας πέφηνας τῆς ἐγκράτειας, γέρας εἴληφας, τῆς ἀφθαρσίας, φερωνύμως θεοφόρε Γερόντιε, ἀσκητικαὶς ἀρεταὶς γὰρ κοσμούμενος, Βουλευτηρίων Μονῆς ὤφθης πρότυπον. Πάτερ Ὅσιε Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Τις πρεσβείες τους να έχουμε.