Όσιος Στυλιανός ο Παφλαγόνας26 Νοεμβρίου
ἈπολυτίκιονἮχος γ’. Θείας πίστεως.Στήλη ἔμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς Ἐκκλησίας Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀνατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος κατοικητήριον ὤφθης τοῦ Πνεύματος. Πάτερ ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Όσιος Αλύπιος ο κιονίτης26 Νοεμβρίου
ΑπολυτίκιονΉχος α’.Υπομονής στύλος γέγονας, ζηλώσας τους Προπάτορας Όσιε, τον Ιώβ εν τοις πάθεσι, τον Ιωσήφ εν τοις πειρασμοίς, και την των Ασωμάτων πολιτείαν, υπάρχων εν σώματι, Αλύπιε Πατήρ ημών Όσιε, πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.
Όσιος Νίκων ο «Μετανοεῖτε»26 Νοεμβρίου
ἈπολυτίκιονἮχος α’. Θείας πίστεως.Χαίρει ἔχουσα ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασώζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως. Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Άγιος Γεώργιος ο Νεομάρτυρας από τη Χίο26 Νοεμβρίου
ἈπολυτίκιονἮχος δ΄. Ταχύ προκατάλαβε.Ὁ Μάρτυς Γεώργιος ξίφει τὴν κάραν τμηθείς, θεόθεν δεδόξασται, ἐν οὐρανῷ καὶ ἐν γῇ, τῆς τοῦ Χίου τὸ σέμνωμα, ἄνω γὰρ ἀφθαρσίας στέφει θείῳ ἐστέφθη, κάτω δὲ θείοις ὕμνοις, παρ’ ἀνθρώπων ὑμνεῖται αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Όσιος Σοφιανός, επίσκοπος Δρυινουπόλεως και Αργυροκάστρου26 Νοεμβρίου
ἈπολυτίκιονΉχος δ'Ἱεραρχίας κεχρισμένος τῷ μύρῳ, ἀρχιερεύς περιφανής ἀνεδείχθης πᾶσι Χριστοῦ θεράπων ἐνθεώτατος, καί σοφῶς ἐποίμανας τόν λαόν τοῦ Κυρίου, Σοφιανέ ὅσιε, διά λόγων καί ἔργων۰ καί νῦν δυσώπει πάντοτε Χριστόν, ἐλεηθῆναι τούς σέ μακαρίζοντας.
Τις πρεσβείες τους να έχουμε.