Προφήτης Ησαΐας9 Μαΐου
ἈπολυτίκιονἮχος δ’. Ταχὺ προκατάλαβε.Ὡς σάλπιγξ πανεύσημος, μεγαλοφώνω φθογγή, τῷ κόσμῳ προήγγειλας, τὴν παρουσίαν Χριστοῦ, Προφῆτα θεσπέσιε, σὺ γὰρ τοῦ Παρακλήτου, ἑλλαμφθεῖς τὴ δυνάμει, κάλαμος ὀξυγράφος, τῶν μελλόντων ἐδείχθης, διὸ σὲ Ἠσαΐα, ὕμνοις γεραίρομεν.
Άγιος μεγαλομάρτυς Χριστοφόρος9 Μαΐου
ἈπολυτίκιονἮχος δ’. Ταχύ προκατάλαβε.Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῆ τρισαγίῳ, καὶ φρικτῇ μελωδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῶζε τοὺς δούλους σου.
Άγιος Νικόλαος ο εν Βουνένοις9 Μαΐου
ἈπολυτίκιονἮχος δ’. Ὡς τῶν αἰχμαλώτων.Ως τῶν νοσούντων ὁ ἄμισθος ἰατρός, καὶ τῶν ἐν κινδύνοις ἀπροσμάχητος βοηθός, θλιβομένων τε θερμὸς ὑπερασπιστής, καὶ τῶν ἐν παντοίαις ἀνάγκαις ὑπέρμαχος, Ὁσιομάρτυς ἐξ ἑῴας Νικόλαε‧ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τις πρεσβείες τους να έχουμε.