Άγιος Δομέτιος ο Πέρσης και οι δύο μαθητές του7 Αυγούστου
ἈπολυτίκιονἮχος πλ. α’. Τὸν συνάναρχον Λόγον.Τὸν τῆς χάριτος λόγον εἰσποιησάμενος, πυρσολατρῶν τᾶς τερθρείας ἀπεποιήσω σοφῶς, τῷ Χριστῷ ἀνατεθεῖς Πάτερ Δομέτιε, καὶ ἐν ἀθλήσει ἀκλινής, ὡς ὁσίων μιμητής, ἐδείχθης Ὁσιομάρτυς, διὸ σὲ ὕμνοις τιμῶμεν, σὺν φοιτητῶν σου τὴ δυάδι σοφέ.
Όσιος Θεοδόσιος ο Νέος ο ιαματικός7 Αυγούστου
ἈπολυτίκιονἮχος δ’. Ταχὺ προκατάλαβε.Ὡς δόσιν θεόδεκτον, τὴν καθαράν σου ζωήν, Θεῶ καθιέρωσας, τῷ ἰαμάτων πηγήν, τὸν τάφον σου δείξαντι, σὺ γὰρ διὰ ἐγκράτειας, καθαρθεῖς τῶν προσύλων, ἔλαμψας ἐν τῷ κόσμῳ, δι' ἀσκήσεως πόνων διὸ σὲ Θεοδόσιε, ἐν ὕμνοις γεραίρομεν.
Όσιος Νικάνωρ ο θαυματουργός7 Αυγούστου
ἈπολυτίκιονἮχος γ’. Θείας πίστεως.Νίκης εἴληφας, ἄφθαρτον στέφος, πάτερ ὅσιε, παρὰ τοῦ Κτίστου, τῶν σῶν ἀγώνων ἀντάξιον ἔπαθλον· τὴν γὰρ πατρίδα λιπὼν τὴν ἐπίγειον, τῆς οὐρανίου οἰκήτωρ γεγένησαι· ὅθεν πάντες σὲ πίστει καὶ πόθῳ γεραίρομεν· χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.
Όσιος Ιωσήφ ο Γεροντογιάννης7 Αυγούστου
ἈπολυτίκιονἮχος πλ. α’. Τὸν συνάναρχον λόγον.Τῆς μονῆς τοῦ Προδρόμου τὸν νέον κτίτορα, ἀσκητικῆς ἐποφθέντα ἐν τὴ ἐρήμω Καψὰ ἀγωγῆς ἀρτίως ἄστρον παμφαέστατον, στέψωμεν ἄνθεσιν ᾠδῶν καὶ προσπέσωμεν αὐτοῦ λειψάνοις τοὶς πανιέροις, ταὶς πρεσβείαις σου ἐκβοῶντες σῶσον ἠμᾶς ἐκ πειρασμῶν, Ἰωσήφ.
Τις πρεσβείες τους να έχουμε.