Σελίδα 2 από 5

Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Τρί Δεκ 24, 2013 8:43 pm
από Φωτεινή
Απολυτίκιον Χριστουγέννων:

Η Γέννησίς σου Χριστέ ο Θεός ημών

ανέτειλε τώ κόσμω το φώς το της γνώσεως

εν αυτή γάρ οι τοίς άστροις λατρεύοντες

υπό αστέρος εδιδάσκοντο

Σε προσκυνείν τον ήλιον της δικαιοσύνης

καί Σε γινώσκειν εξ ύψους ανατολήν

Κύριε δόξα Σοι.

Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Πέμ Δεκ 26, 2013 8:02 pm
από Φωτεινή
Απολυτίκιον Αγίου Στεφάνου του Πρωτομάρτυρος και Αρχιδιακόνου:

Βασίλειον διάδημα, εστέφθη ση κορυφή, εξ άθλων ων υπέμεινας, υπέρ Χριστού του Θεού, μαρτύρων Πρωτόαθλε Στέφανε, συ γαρ την Ιουδαίων, απελέγξας μανίαν, είδές σου τον Σωτήρα, του Πατρός δεξιόθεν. Αυτόν ουν εκδυσώπει αει, υπέρ των ψυχών ημών.

Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Κυρ Απρ 27, 2014 3:28 pm
από ΕΛΙΣΑΒΕΤ
Απολυτίκιον Οσίου Γεωργίου Καρσλίδη:

Σταυροφόρῳ τῷ βίῳ τῷ Θεῷ εὐηρέστησας, τόν ζυγόν Χριστοῦ ἐπιλέξας, χριστοφόρε πατήρ ἡμών Γεώργιε.
Τῇ κέλλῃ ἐγχρονίζων ἀθλητά, φωτί θεογνωσίας ηὔγασας.
Πρός Χριστόν γάρ ἐπορεύθης καί αὐτῷ νῦν συναγάλλεσαι.
Χάριτι τοῦ Πανοικτίρμονος Θεοῦ, ἦρας Σταυρόν φωτοπάροχον
καί παρρησίαν ἒχων πρός Χριστόν, τοῦτον ἱκέτευε.

Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Δευτ Μάιος 12, 2014 5:54 pm
από Φωτεινή
Ἀπολυτίκιον Αγίου Τιμοθέου και Αγίας Μαύρας (3 ΜΑΪΟΥ):

Μαρτύρων σύλλογος νῦν εὐφραίνεται· Ἀγγέλων ἅσμασι μεγαλύνομεν την μνήμην ὑμῶν Ἅγιοι ἅπαντες μελῳδοῦντες καί πιστῶς ἐκβοῶντες, χαίροντες· τῆς Τριάδος
Δυάς Μαρτύρων καί κλέος, Τιμόθεε καί Μαῦρα, ὑπέρ ἡμῶν ἀεί πρεσβεύσατε.

Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Τετ Αύγ 20, 2014 11:35 am
από ΕΛΙΣΑΒΕΤ
Απολυτίκιο Αγίου Φανουρίου (27 Αυγούστου):

Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα· ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν· ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε.


Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Πέμ Αύγ 21, 2014 9:43 am
από Φωτεινή
Απολυτίκιο Αγίου Θαδδαίου του Αποστόλου (21 Αυγούστου):

Θεοῦ τοῦ ἐν σώματι, ἐπιφανέντος ἠμίν, αὐτόπτης γενόμενος, καὶ ἱερὸς μαθητής, Θαδδαῖε Ἀπόστολε, ἔλαμψας τοὶς ἐν σκότει, τὴν σωτήριον χάριν ὤφθης τῶν ἐν Ἐδέσσῃ, ἰατὴρ λαμπαδοῦχος, διὸ τοὺς προσιόντας σοί, σκέπε ἑκάστοτε.


Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Σάβ Αύγ 23, 2014 10:50 am
από ΕΛΙΣΑΒΕΤ
Απολυτίκιο – Απόδοση εορτής κοιμήσεως Θεοτόκου (23 ΑΥΓΟΥΣΤΟΥ):

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Κυρ Αύγ 24, 2014 10:54 am
από ΕΛΙΣΑΒΕΤ
Απολυτίκιο Αγίου Κοσμά του Αιτωλού (24 Αυγούστου):

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας, τὴν Ἐκκλησίαν, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος· καὶ κατασπείρας τὰ θεῖα διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Πέμ Οκτ 02, 2014 8:34 pm
από ΕΛΙΣΑΒΕΤ
Απολυτίκιο Αγίου Κυπριανού και Αγίας Ιουστίνης (2 Οκτωβρίου):

Θείας πίστεως, τὴ φωταυγεία, σκότος ἔλιπες, τῆς ἀσεβείας, καὶ φωστὴρ τῆς ἀληθείας γεγένησαι ποιμαντικῶς γὰρ φαιδρύνας τὸν βίον σου, Κυπριανὲ τὴ ἀθλήσει δεδόξασαι. Πάτερ Ὅσιε, τὸν Κτίστην ἠμὶν ἰλέωσαι, ὁμοὺ σὺν Ἰουστίνη τὴ Θεόφρονι.


Re: Απολυτίκια Αγίων

Δημοσιεύτηκε: Παρ Οκτ 03, 2014 2:50 pm
από ΕΛΙΣΑΒΕΤ
Απολυτίκιο Αγίου Διονυσίου του Αρεοπαγίτου (3 Οκτωβρίου):

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόῤῥητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.