Σελίδα 1 από 5

Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Κυρ Μαρ 15, 2015 2:48 pm
από Φωτεινή
ΑΠΟΛΥΤΙΚΙΟ ΠΑΝΑΓΙΑΣ ΣΟΥΜΕΛΑ



Σουμελᾶ ἐκ τοῦ ὄρους τοῦ ἐν Πόντῳ Πανύμνητε, ἡ ἁγία Εἰκών σου ὥσπερ θεῖον κειμήλιον, εἰς Βέρμιον μετήχθη εὐλαβῶς, πηγάζουσα ἡμῖν ἁγιασμόν· οἱ προσπίπτοντες Παρθένε πανευσεβῶς, ἀπό ψυχῆς βοῶμέν σοι· δόξα τῇ παρθενίᾳ σου Ἁγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ πρός ἡμᾶς σου χρηστότητι, Δέσποινα.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Κυρ Μαρ 15, 2015 3:09 pm
από Φωτεινή
ΑΠΟΛΥΤΙΚΙΟ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΕΠΗΚΟΟΥ


Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Κυρ Μαρ 15, 2015 4:50 pm
από Φωτεινή
ΑΠΟΛΥΤΙΚΙΟ ΠΑΝΑΓΙΑΣ ΠΑΡΑΜΥΘΙΑΣ



Τῆς ποίμνης κυκλωθείσης ὑπὸ τῶν πολεμίων, καὶ τῶν διωκτῶν ὑλακτούντων, κατὰ τῶν Σῶν προβάτων, προσείπας τῷ δούλῳ Σου ἁγνή, καθ’ ὕπαρ φωνήσασα αὐτῷ, διὰ τούτῳ καὶ χωρίαι τῶν μοναστῶν, Σοὶ κράζουσι Θεοτόκε· δόξα τῇ ἀντιλήψει Σου σεμνή, δόξα τῇ προστασίᾳ Σου, δόξα Παραμυθίᾳ Σοι μόνη πανύμνητε.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Κυρ Μαρ 15, 2015 6:02 pm
από Πέτρος


Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον,
καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις,
ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται,
καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται.
Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν,
Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Δευτ Μαρ 16, 2015 2:57 pm
από Φωτεινή


Σήμερον τῆς σωτηρίας ἡμῶν τό Κεφάλαιον, καί τοῦ ἀπ᾽ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱός τοῦ Θεοῦ, Υἱός τῆς Παρθένου γίνεται, καί Γαβριήλ τὴν χάριν εὐαγγελίζεται. Διό καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Τρί Μαρ 17, 2015 9:33 am
από Πέτρος


Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε.
Μετέστης πρὸς τὴν ζωήν,
μήτηρ ὑπάρχουσα τῆς ζωῆς,
καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη,
ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Τρί Μαρ 17, 2015 2:46 pm
από Φωτεινή
Απολυτίκιο και Μεγαλυνάρια Παναγίας Προυσιώτισσας



Της Ελλάδος απάσης συ προΐστασαι πρόμαχος και τερατουργός εξαισίων τη εκ Προύσσης εικόνι Σου, Πανάχραντε Παρθένε Μαριάμ, και γαρ φωτίζεις εν τάχει τους τυφλούς δεινούς τε απελαύνεις δαίμονας και παραλύτους δε συσφίγγεις αγαθή. Κρημνών τε σώζεις και πάσης βλάβης τους σοι προστρέχοντας. Δόξα τω σω ασπόρω τοκετώ, δόξα τω σε θαυμαστώσαντι, δόξα το ενεργούντι δια σου τοιαύτα θαύματα.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Τετ Μαρ 18, 2015 2:50 pm
από Φωτεινή
Απολυτίκιο Γενέσεως της Θεοτόκου



Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οικουμένῃ, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Πέμ Μαρ 19, 2015 4:51 pm
από Φωτεινή
Απολυτίκιο Παναγίας της Οδηγήτριας



Έκόνα Σου Άγιαν την Οδηγήτριαν Άχραντε, νύν πανευλαβώς προσκυνούντες, γεραίρομεν Παρθένε' επέστη γάρ ξένωνς προς ημάς βραβεύουσα θαυμάτων προχολην, και εκ παντοιων ελευθερούσα των δεινών, διο σοι πόθω βοώμεν: Δόξα τη ευσπλαχνία Σου σεμνή, Δόξα τή άντιλήψει Σου, Δόξα τή προμηθεία Σου μόνη Πανύμνητε.

Re: Απολυτίκια της Παναγίας

Δημοσιεύτηκε: Πέμ Μαρ 19, 2015 8:21 pm
από ΜΑΝΩΛΗΣ
Παρακλητικὸς Κανόνας Παναγίας Παντάνασσας