Παράκληση στον Άγιο Νικηφόρο τον λεπρό

Παρακλητικοί Κανόνες στον Κύριο, την Παναγία και τους Αγίους. Κείμενα και ηχογραφήσεις.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
Φωτεινή
Δημοσιεύσεις: 2065
Εγγραφή: Παρ Νοέμ 29, 2013 9:01 am
Τοποθεσία: Θεσσαλονίκη

Παράκληση στον Άγιο Νικηφόρο τον λεπρό

Δημοσίευσηαπό Φωτεινή » Παρ Μαρ 20, 2020 11:12 am

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΝΙΚΗΦΟΡΟΝ ΤΟΝ ΛΕΠΡΟΝ


«Ψυχῆς μου χείλη λάμπρυνον τὰ θαυμαστά σου ᾄδειν, ὦ Νικηφόρε, τῶν λεπρῶν ἡ πάγκαλος λαμπρότης».

Εὐλογήσαντος τοῦ ἱερέως.

Ὁ142 Ψαλμός.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Μεθ’ ὃ Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
(Τετράκις).

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνδρειοφρόνως τῆς σαρκός σου τὴν λέπραν, καθυπομείνας ὡς Ἰὼβ Νικηφόρε, τῆς σῆς ψυχῆς ἐξήγνισας,
λαμπρῶς τὴν στολήν· τέλεον τὴν κλίμακα, ἀρετῶν δὲ ἀνέβης, φθάσας τῇ ἀσκήσει σου, πολιτείαν ἀγγέλων·
ἀδιαλείπτως ψάλλων τῷ Θεῷ, σοὶ δόξα πρέπει, Τριὰς ὁμοούσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν,ἕως νῦν, ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ Ψαλμός.

Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά
μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐντῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος,
οὗ ἡ ἀκροστιχίς:
«Χαῖρε Νικηφόρε λεπρῶν καινὴ λαμπρότης».

Ἦχος πλ. δ´.
ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Χαρίτων τὸ σκεῦος τὸ καθαρόν, χιόνος ἁπάσης τὸν λευκότερον τῇ ψυχῇ, λεπρὸν Νικηφόρον δεῦτε πάντες· καθαρωτάταις ᾠδαῖς μεγαλύνωμεν. Ἀγάπης σφραγῖδα τὴν ἱεράν, τῆς πίστεως δρόμον τὸν τελέσαντα
ἀνδρικῶς, ἐλπίδι τῆς ἄνω Βασιλείας· νῦν Νικηφόρον λεπρὸν μακαρίσωμεν. Ἱδρῶσιν ὁσίας σου ἀγωγῆς, ψυχήν σου τὴν θείαν Νικηφόρε παναληθῶς, ποιήσας χρυσίου λαμπροτέραν·εἰς τοῦ Θεοῦ σου τὰς χεῖρας παρέθηκας.

Θεοτοκίον.
Ῥημάτων ἀῤῥήτων τοῦ Γαβριήλ, ἀκούσασα Κόρη Παναγία πανευπειθῶς, Θεὸν ἀπεκύησας τῷ κόσμῳ· παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ τῆς Κρήτης προῆλθες, ὡς νεαυγὴς ἥλιος, πᾶσαν δὲ τὴν γῆν ἀνταυγείαις, τῆς πολιτείας σου, καινοποιεῖς εὐπρεπῶς, υἱὲ φωτὸς Νικηφόρε, καὶ παθῶν τὴν ζόφωσιν, λύεις ἑκάστοτε. Νουνεχῶς Μοναζόντων, τρίβον στενὴν ἤνυσας, πάσῃ ἐγκρατείᾳ παμμάκαρ, ἐνδιαιτώμενος, καὶ Ἀσωμάτων χορούς, φθάσας σαρκὶ Νικηφόρε,
ἀληθῶς ἐτίμησας, σχῆμα ἰσάγγελον. Ἰαμάτων ὁ ἔχων, τὸ ἀχανὲς πέλαγος, καὶ ἐν ἀσθενείᾳ παιδεύων, οὓς παραδέχεται, ὡς ἀνοθεύτους υἱούς, Χριστὸς σαρκός σοι τὴν λέπραν, Νικηφόρε δέδωκε, φίλτρου εἰς πίστωσιν.

Θεοτοκίον.
Κυριώνυμε Κόρη, κόσμου παντὸς Δέσποινα, τὴν δεδουλωμένην ψυχήν μου, τοῖς παραπτώμασι, ταῖς Μητρικαῖς σου λιταῖς, δεῖξον παθῶν ἀνωτέραν, εἰς τὴν πρώτην δόξαν μου, πάλιν ἀνάγουσα. Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας. Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις ὑπὸ τοῦ ἱερέως. Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Ὀδύνας μακράς, τῆς λέπρας ἐκαρτέρησας, γενναίᾳ ψυχῇ, καὶ γνώμῃ καρτερόφρονι, τῷ Θεῷ φθεγγόμενος·
Νικηφόρε ᾆσμα γηθόμενος, καὶ μεγαλύνων χείλεσιν ἁγνοῖς, τὴν θείαν ἀπαύστως ἀγαθότητα.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἡ δονὰς τὰς τοῦ σώματος, πάσῃ ἐγκρατείᾳ πολιτευόμενος· Νικηφόρε ἀπενέκρωσας, τὸ δὲ πνεῦμα θείως
ἀνεζώωσας.

Φερωνύμως τῆς κλήσεως, τῆς ἐπουρανίου μάκαρ γενόμενος· Νικηφόρε κατενίκησας, παρατάξεις πάσας τοῦ ἀλάστορος. Ὀ φθαλμῶν σου τὴν πήρωσιν, φέρων Νικηφόρε ἔνδον σου ἔβλεπες· ἐπιλάμψεις θείου Πνεύματος, καὶ λαμπρῶν ἀκτίνων φῶς ἀπρόσιτον.

Θεοτοκίον.
Ῥητορεύσεις πεπλήρωνται, τῶν προφητευόντων ἐν σοὶ πανάμωμε· ἀπειράνδρως γὰρ ἐκύησας, ὅνπερ πάλαι οὗτοι προηγόρευσαν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔστησας τὸν νοῦν, ἐπὶ πέτραν τοῦ Κυρίου σου, Νικηφόρε διὸ ἔμεινας στεῤῥός, ὥσπερ ἀδάμας, ἀλγηδόσι μὴ
πτοούμενος. Λέπραν τῆς σαρκός, ὡς Ἰὼβ ἐνεκαρτέρησας, διὸ λάμπεις Νικηφόρε τῇ ψυχῇ, ὑπὲρ χρυσίον, καὶ ἀργύριον πολύτιμον. Ἔθηκας Θεῷ, Νικηφόρε τὴν ἐλπίδα σου, ὀρφανῶν τε καὶ χηρῶν προασπιστῇ, πατρῴων σπλάγχνων, παρ’ οὗ εὗρες τὴν ἀντίληψιν.
Θεοτοκίον.
Πύργος ὀχυρός, κατ’ ἐχθρῶν ὑπάρχεις Δέσποινα, καταῤῥάττουσα αὐτῶν τὰς μηχανάς, ὡς τετοκυῖα, τὸν
ἰσχύϊ ἀπροσμέτρητον.
ᾨδὴ στ´. Τὴν δέησιν.
Ῥωννύμενος, τοῦ Θεοῦ τῇ χάριτι, ἐκ παθῶν τῶν χαμερπῶν Νικηφόρε· τὸ ἀσθενές, τῆς σαρκός σου ἐδέξω, ὡς τῆς Θεοῦ συμπαθείας τὸ δώρημα· τοῦ στέργοντος τὴν τῶν βροτῶν· σωτηρίαν δι’ οἶκτον ἀμέτρητον.
Ὡς λύχνον σε, τῆς Τριάδος ἔγνωμεν, Νικηφόρε ἐπὶ ὄρους τεθέντα· καὶ ἱλαρῶς, διαχέοντα πᾶσι, τὸν φωτισμὸν καὶ τὴν αἴγλην τοῦ Πνεύματος· τὴν λύουσαν ἀχλύν παθῶν· καὶ φαιδρύνουσαν γῆς τὰ πληρώματα.
Νενίκηκας, τοῦ ἐχθροῦ ὑψώματα, Νικηφόρε ταπεινώσει σου θείᾳ· ὅτι ψυχῇ, εὐχαρίστῳ ἐδέξω, τῇ σῇ σαρκὶ ἀλγηδόνας καὶ στίγματα· καὶ γέγονας παναληθῶς· τῆς χιόνος ἀμέτρως λευκότερος.

Θεοτοκίον.
Κοιλία σου, ἡ ἁγία γέγονε, Μαριὰμ τῶν οὐρανῶν πλατυτέρα· ὅτι Θεός, ἐν αὐτῇ ἐχωρήθη, ὃν οὐρανοῦ οὐ χωροῦσι τὰ πέρατα· Αὐτὸν δυσώπει μητρικῶς· τῆς παθῶν με ῥυσθῆναι στενώσεως. Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκός, ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ ἱερεὺς μνημονεύει, ὡς δεδήλωται.

Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν χριστιανῶν.
Ἀσθενείας τὴν στενὴν ὁδὸν ἐπεβάδισας, Νικηφόρε καὶ ὁλοσχερῶς ἠκολούθησας, τὸν Δεσπότην ὡς εὐπειθὴς καὶ ἄξιος υἱός· ζυγὸν τούτου δὲ τὸν ἐλαφρόν, καὶ τὸ φορτίον τὸ χρηστόν, ἐν τοῖς ὤμοις ἐβάστασας·
χαίρων ὅθεν εἰσῆλθες, εἰς δόξης τῆς αἰωνίου, τὰς καταπαύσεις τὰς τερπνάς, χαρμοσύνως ἀγαλλόμενος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.(δίς)
Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Εὐαγγέλιον.

Ἐκ τοῦ Κατὰ Ματθαῖον (ια´, 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς
ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις. Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Κλίμακα οὐράνιον, τῶν ἀρετῶν Νικηφόρε, λογισμῷ θεόφρονι, καὶ ψυχῆς στεῤῥότητι ἀναβέβηκας· ὡ Ἰὼβ ἔφερες, τῆς σαρκὸς γὰρ λέπραν, καὶ ὀμμάτων σου τὴν πήρωσιν· πληγὰς καὶ στίγματα, καὶ τὴν τῶν μελῶν πᾶσαν κάκωσιν· εἰς ὕψος δὲ αἰρόμενος, τὰ τῶν οὐρανίων ἑώρακας·
κάλλη καὶ τὴν δόξαν, ἣν Κύριος ἡτοίμασε Θεός, τοῖς ἐκτελοῦσιν ἑκάστοτε. Αὐτοῦ τὰ προστάγματα.

Εἶτα ὁ ἱερεύς.
Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...
Κύριε ἐλέησον (12).
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀδιάλειπτον ἔσχες, προσευχὴν ὥσπερ ἔργον ἐν βίῳ ἄριστον, δι’ ἧς Θεῷ ὡμίλεις, Ἀγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ὁ τῶν πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ. Ἰθυνόμενος μάκαρ, παρ’ Ἀνθίμου
τοῦ πάνυ ἐν Χίῳ ἤνυσας, ἀσκήσεως τὸν δρόμον, καὶ τρόπαια μεγάλα, Νικηφόρε ἐπέγραψας· διὸ στεφάνους χειρί, ἐδέξω ζωηφόρῳ. Νέμων θείας εὐχάς σου, Νικηφόρε Κυρίῳ τὸ μεσονύκτιον, μετέωρος ἐπήρθης, ξενίσας μαθητήν σου, σὲ ἰδόντα Εὐμένιον· μεθ’ οὗ τὸν ὕμνον Θεῷ, προσάγεις εἰς αἰῶνας.

Θεοτοκίον.
Ἡ τοῦ μάννα σε στάμνος, ἀληθῶς προετύπου Παρθενομῆτορ Ἁγνή, καὶ γὰρ ἐν τῇ γαστρί σου, ἐφύλαξας
τὸν Ἄρτον, τῆς ζωῆς τὸν Οὐράνιον· Χριστὸν ψυχὰς τῶν πιστῶν, ἐκτρέφοντα ἀῤῥήτως.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Λόγοις σου θείοις, καὶ νουθεσίαις σοφαῖς σου, ταῖς ψυχαῖς θλιβομένων γλυκεῖαν, τὴν παρηγορίαν, παρεῖχες Νικηφόρε. Ἀκτημοσύνης, σὲ θησαυρὸν Νικηφόρε ἀσφαλῆ καὶ μεγάλον πλουτοῦμεν, ὅτι τῇ καρδίᾳ, πτωχὸς μάκαρ ἐγένου. Μακρὰν τὰ ὄντα, ὡσεὶ ἐγγὺς ἐνοπτρίζου, ψυχικοῖς ὀφθαλμοῖς Νικηφόρε, ὅτι διοράσει, τῇ θείᾳ ἐκοσμήθης.

Θεοτοκίον.
Πεποικιλμένη, τῇ θείᾳ δόξῃ Παρθένε, Βασιλεῖ δεξιόθεν παρέστης, τῷ ἐπουρανίῳ, ὡς Δέσποινα τοῦ κόσμου.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ῥαδίως τὸ φορτίον, λέπρας βαρυτάτης, ᾦ Νικηφόρε βαστάσας, εἰς πόλιν Θεοῦ, τὴν ἐλευθέραν μετέβης, κούφως πτερούμενος. Ὁ σπόρος Νικηφόρε, τοῦ Εὐαγγελίου, εἰς ἀγαθῆς καὶ καλῆς σου, καρδίας τὴν γῆν, γεωργηθεὶς τὸν πολύχουν, στάχυν ἐποίησεν. Τὸν λύχνον τῆς ψυχῆς σου, πλήσας Νικηφόρε, ὑπομονῆς ἐν ἐλαίῳ, Νυμφίος Χριστός, χορῷ φρονίμων παρθένων, σὲ συνηρίθμησεν. Ἡ θήκη σῶν λειψάνων, βλύζει Νικηφόρε, τοῦ Παρακλήτου τὴν χάριν, ὀσμήν τε ζωῆς, τοῖς εὐλαβῶς προσκυνοῦσι, ταύτην ἑκάστοτε.

θεοτοκίον.
Σελήνη Θεοτόκε, ὡς παμφαεστάτη, ἐξανατέλλεις τῷ κόσμῳ, τὸ ἄδυτον φῶς, ὡς τετοκυῖα τῆς Δόξης, τὸν
μέγαν Ἥλιον

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα
τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχίς: «Ἰσιδώρας».
Ἵνα αἰωνίου σε χαρμονῆς, μέτοχον ποιήσῃ ὁ Δεσπότης ἐν οὐρανοῖς, μάστιγας καὶ θλίψεις ἐν βίῳ σοι τῆς
λέπρας· ἐδίδου Νικηφόρε, πατὴρ ὡς εὔσπλαγχνος.
Στάθμην σὲ ἐγνώκαμεν ἀκριβῆ, ταπεινοφροσύνης ἐγκρατείας ὑπογραμμόν, στῦλον ἀγρυπνίας ὑπακοῆς
ἐργάτην· εὐχῆς τε Νικηφόρε, μέγαν διδάσκαλον.Ἴσχυσας γενναίως ὡς ὁ Ἰώβ, ἐν τῇ καρτερίᾳ Νικηφόρε τῶν ἀλγεινῶν, ὅθεν σὺν ἐκείνῳ ἀγάλλει αἰωνίως· ἀφράστῳ θεοπτίᾳ, μεγαλυνόμενος. Δεῦρο φιλοχρίστων θεία πληθύς, τοῦ Χριστοῦ τὸν φίλον Νικηφόρον νῦν τὸν λεπρόν· ὕμνοις ἐγκωμίων κοσμήσωμεν ἀξίως, ὡς θείας καρτερίας, πύκτην πανάριστον.Ὥριμος ὡς βότρυς ἐν τοῖς ληνοῖς, πανωδύνου λέπρας Νικηφόρε ἀποθλιβείς, ἔδωκας τὸν οἶνον τῶν ἀρετῶν τὸν θεῖον· εὐφραίνοντα καρδίας, τῶν εὐφημούντων σε. Ῥάβδον τῆς δυνάμεως τοῦ Θεοῦ, ἔχων Νικηφόρε βακτηρίαν ὡς κραταιάν, ἔδραμες εὐτόνως τὴν στενωπὸν τοῦ βίου· εἰς θείων σκηνωμάτων πλάτος ἀπάγουσαν.Ἄκμων ὡς ὑπάρχων ὑπομονῆς, ἄκαμπτος ἐδείχθης Νικηφόρε ἐν
τοῖς δεινοῖς, καὶ ἐν τῷ χαλκείῳ δοκιμασθεὶς τῶν πόνων, χρυσίου ἀπαστράπτεις, πάνυ λαμπρότερον.
Σ ήμερον δυνάμεις Ἀγγελικαί, χαίρουσιν ὁρῶσαι Νικηφόρου θείαν ψυχήν, θρόνῳ τοῦ Δεσπότου σὺν
τούτοις παρεστῶσαν· καὶ δόξῃ ἐλλαμφθεῖσαν, τῆς καθαρότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαὶ Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι· ὡς
ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

Ὁ ἱερεὺς μνημονεύει καὶ ἀπόλυσις.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, τὰ ἀκόλουθα:
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκρόν.
Χαίροις καρτερίας ἀθλητά, τῆς παρηγορίας ὁ λύχνος, ἐλπίδος θεία εἰκών, πίστεως ἐκσφράγισμα, ἀγάπης πλήρωμα· προσευχῆς ὁ διδάσκαλος, κανὼν ἐγκρατείας, πλοῦτος πολυέραστος, τῆς καθαρότητος. Λέπρας παιδευθεὶς τῇ καμίνῳ, λάμπεις Νικηφόρε τῷ κόσμῳ· τοῦ χρυσοῦ ἀμέτρως θαυμαστότερον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς
ὡς μόνος οἰκτίρμων. Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δίστιχον Ἀκροτελεύτιον
Ὦ Νικηφόρε Ὅσιε, λεπρῶν ἡ κοσμιότης,
δέχου πτωχήν μου δέησιν κράζει σοι
Ἰσιδώρα, καὶ ἔλεός μοι πλούσιον
παράσχου σαῖς πρεσβείαις.
ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΗΜΩΝ
ΔΟΞΑ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ.
ΑΜΗΝ.


Μη φοβάσαι, μόνο πίστευε.
Μάρκος ε' 36

Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 1 και 0 επισκέπτες