ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΥ

Παρακλητικοί Κανόνες στον Κύριο, την Παναγία και τους Αγίους. Κείμενα και ηχογραφήσεις.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
Captain Yiannis
Δημοσιεύσεις: 250
Εγγραφή: Σάβ Ιούλ 28, 2012 4:51 pm

ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΥ

Δημοσίευσηαπό Captain Yiannis » Παρ Αύγ 31, 2012 11:10 am

Ποιηθέντα ἅπαντα ὑπὸ ΓΕΡΑΣΙΜΟΥ μοναχοῦ Μικραγιαννανίτου, Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας καὶ ἐκδιδόμενα ὑπὸ τῆς ἐν Αἰγίνῃ Ἱερὰς Μονῆς τῆς Ἁγίας Τριάδος προνοίᾳ μὲν τοῦ Σεβ. Μητροπολίτου Ὕδρας, Σπετσῶν καὶ Αἰγίνης ΙΕΡΟΘΕΟΥ, ἐπιμελείᾳ δὲ τοῦ Ἀρχιμ. ΣΥΜΕΩΝ Π. ΚΟΥΤΣΑ.
ΕΝ ΑΘΗΝΑΙΣ


Ποιηθεῖσα ὑπὸ ΓΕΡΑΣΙΜΟΥ μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
καὶ ἐκδιδομένη ὑπὸ τῆς ἐν Αἰγίνῃ Ἱερὰς Μονῆς τῆς Ἁγίας Τριάδος

ΜΗΝΙ ΣΕΠΤΕΜΒΡΙῼ Γ΄,
ΜΝΗΜΗΝ ΕΠ1ΤΕΛΟΥΜΕΝ ΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ
ΤΩΝ ΤΙΜΙΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΝΕΚΤΑΡΙΟΥ

ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια.


Ἦχος πλ. β'. Αἱ Ἄγγελικαί.
Τὴν θεοπρεπῆ, διανύσας πολιτείαν, τῆς ἐν οὐρανοῖς, ἠξιώθης εὐκληρίας, ἡμῖν δὲ Ἱεράρχα, τὰ σὰ τίμια Λείψανα, δέδωκας ὡς κρήνην ἰαμάτων, ὧν τὴν ἐκκόμισιν ἐκ τάφου, πανηγυρίζοντες, Νεκτάριε θαυματουργέ, φαιδρῶς ἑορτάζομεν.

Τὴν ἐκκομιδὴν, τῶν ἁγίων σοῦ Λειψάνων, θείας ἑορτῆς, καὶ χαρᾶς ἐπουρανίου, ὑπὀθεσιν εὑρόντες, 'Ἱεράρχα Νεκτάριε, ὕμνον ἀναμέλπομεν Κυρίῳ, τῷ σὲ δοξάσαντι πλουσίως, πολλοῖς θαύμασι, καὶ δεδωκότι σε ἡμῖν, προστάτην θερμότατον.

Κρίνα τοῦ ἀγροῦ, καθωράθησαν τοῖς πᾶσι, πέμποντα ἡμῖν, εὐωδίαν οὐρανίαν, τὰ θεῖα Λείψανά σου, Θεοφόρε Νεκτάριε, ὅτε σου ἠνέῳκται ὁ τάφος, καὶ τῶν παθῶν τὴν δυσωδίαν, ἀεὶ λύουσι, τῶν προσιόντων εὐλαβῶς, αὐτοῖς μετὰ πίστεως.

Χάρις δαψιλής, τοῖς τιμίοις σου Λειψάνοις, Πάτερ ἐνοικεῖ, τῇ τοῦ IIνεύματος δυνάμει· διὸ ἀγαλλιᾶται, ἡ Μονὴ σου Νεκτάριε, καὶ ἡ νῆσος Αἴγινα κηρύττει, τὴν
σὴν ὀξεῖαν προστασίαν, δι' ἧς Ἅγιε, τοῖς ἐν ἀνάγκαις συμπαθῶς, παρέχεις
βοήθειαν.
Δόξα. Ἦχος δ΄.
Ἁγιοπρεπῶς πολιτευσάμενος, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Θεὸν ἐδόξασας, ἐν ἐσχάτοις χρόνοις, Ἱεράρχα Νεκτάριε· παρ΄ οὗ ἀξίως δοξασθείς, τῶν ἀπ΄ αἰῶνος Ἁγίων ἐγένου συνάριθμος, καὶ τὰ σεπτά σου Λείψανα, θείας χάριτος θησαυρός, ἡμῖν ὤφθησαν ὧν τὴν ἀνακομιδὴν ἑορτάζοντες, δοξάζομεν Χριστόν, τὸν λαμπρῶς σε θαυμαστώσαντα.
Καὶ νῦν Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν

Ἀπόστιχα. Ἦχος β', Οἶκος τοῦ Ἔφραθᾶ.
Τὴν ἀνακομιδήν, τῶν θείων σου Λειψάνων, Νεκτάριε τελοῦντες, καρπούμεθα ἐκ τούτων, τὴν δωρεὰν τοῦ Πνεύματος.

Στίχ, Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιασονται.
Χαίρει ἡ σὴ Μονή, τὰ θεῖα Λείψανά σου, Νεκτάριε πλουτοῦσα, ὡς πλοῦτον ἀφθαρσίας, καὶ χάριτος κειμήλιον.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χἄριν ὁμολογεῖ, ἡ νῆσος τῆς Αἰγίνης, καθαγιαζομένη, τοῖς θείοις σου Λειψάνοις, θαυματουργὲ Νεκτάριε.
Δόξα, Τριαδικόν.
Φέγγει τρισσολαμπεῖ, Τριάδος τῆς Ἁγίας, λαμπόμενος παμμάκαρ, Νεκτάριε ἐκλάμπεις, ὥσπερ ἀστὴρ νεόφωτος.
Καὶ νῦν. Θεοτοκίον.
Εἴληφεν ἐξ ἁγνῶν αἱμάτων σου ὁ Λόγος, τὴν τῶν βροτῶν οὐσίαν, καὶ ἔσωσε Παρθένε, τὸν πεπτωκότα ἄνθρωπον.

Νῦν ἀπολύεις,
τὸ Τρισάγιον,
τὰ Ἀπολυτίκια ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ
Ἀπόλυσις.














ΕΝ Τῼ ΜΕ ΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Νέκταρ ἀνεδείχθης ἀρετῶν, τῇ σῇ καθαρᾷ πολιτείᾳ, ἐν τοῖς ἐσχάτοις καιροῖς, ἅγιε Νεκτάριε Ἀρχιερεῦ τοῦ Χριστοῦ, καὶ τὰ θεῖά σου Λείψανα, καθηγιασμένα, Πνεύματος τῇ χάριτι, πιστοῖς ἐδόθησαν· ὧν περ τὴν σεπτὴν ἐκ τοῦ τάφου, ἀνακομιδὴν εὐφημοῦντες, τὸν σὲ θαυμαστώσαντα δοξάζομεν.

Ὁτε σου ὁ τάφος ὁ σεπτός, ἤνοικται πολλὴ εὐωδία, πᾶσιν ἐκκέχυται, τότε σου τὰ ἅγια ὀστέα Ἅγιε, ὥσπερ ἄνθη πανεύοσμα, τῆς μελλούσης δόξης, ὤφθησαν ἐκφαίνοντα, χάριν τὴν ἄφθονον· ὅθεν τῇ αὐτῶν ἐκκομίσει, ἑορτὴν συστήσαντες θείαν, ὕμνοις σε γεραίρομεν Νεκτάριε.

Ἄλλη κολυμβήθρα Σιλωάμ, ὤφθη ἡ σορὸς τῶν σεπτών σου, Λειψάνων Ἅγιε, τῇ τοῦ θείου Πνεύματος, πλουσίᾳ χάριτι· θεραπεύει γὰρ πάντοτε, δεινὰς ἀσθενείας, καὶ διώκει πνεύματα, Πάτερ ἀκάθαρτα. Ὅθεν πᾶσα γλῶσσα κηρύττει., τὰς σὰς
θαυμαστὰς ἀντιλήψεις, ἃς παρέχεις ἅπασι Νεκτάριε.

Ὅτε τὴν ἁγίαν σου ψυχήν, Πάτερ τῷ Κυρίῳ ἀπέδως, ὅλην ὁλόφωτον, τότε συνηρίθμησαι, Ἁγίων τάξεσι, τὸ δὲ πάντιμον σῶμά σου, τῷ τάφῳ ἐδόθη, βρύον τὰ ἰάματα, τοῖς προσπελάζουσιν· οὗπερ ἑορτάζοντες πόθῳ, τὴν ἐκκομιδὴν Ἱεράρχα, χάριν κομιζόμεθα καὶ ἔλεος.

Ἴδε τοὺς προστρέχοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις Λειψάνοις, εὐσπλάγχνῳ ὄμματι, ἅγιε Νεκτάριε, καὶ δίδου ἅπασι, τάς αἰτήσεις ἑκάστοτε, ψυχῶν καὶ σωμάτων, ἅπαντα ἰώμενος, τὰ ἀρρωστήματα· χάρις γὰρ θαυμάτων πλουσία, παρὰ τοῦ Χριστοῦ σοι ἐδόθη, ὃν ἀπὸ νεότητος ἠγάπησας.

Χ αίρει ἡ ἁγία σου Μονή, ὥσπερ θησαυρὸν κεκτημένη, τὴν σὴν τιμίαν σορόν, καὶ ἡ νῆσος Αἴγινα, γάνυται Ἅγιε, τῇ θερμῇ προστασίᾳ σου, ἡ Ἑλλὰς δὲ πᾶσα, μέλπει τῶν θαυμάτων σου, τὰ ἐνεργήματα· πάντας γὰρ ὀξέως προφθάνεις, καὶ πολλῶν κινδύνων ἐξαίρεις, τοὺς προσκαλουμένους σε Νεκτάριε.









Δόξα. Ἦχος πλ. β',
Σήμερον καθάπερ κρίνα τοῦ ἀγροῦ, κατὰ τὸ θεῖον λόγιον, ἐκ τοῦ τάφου ἀνέτειλαν, τὰ σεπτά σου ὀστέα, θαυματοφόρε πάτερ Νεκτάριε· καὶ τῶν ἐν σοὶ χαρίτων, τὴν εὐωδίαν πνέοντα, τάς ψυχικὰς αἰσθήσεις τῶν πιστῶν εὐφραίνουσι, καὶ τῶν παθῶν τὸ δυσῶδες ἐλαύνουσιν· ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἀνεκφοίτητος ἐν τούτοις μένουσα, ἐνεργεῖ τὰ παράδοξα· ἰατρεῖον γὰρ θεῖον ὤφθησαν, καὶ ἱλαστήριον ψυχῶν, καὶ θλιβομένων καταφύγιον. Ὅθεν τὴν ἀνακομιδὴν αὐτῶν, ἐτησίως γεραίροντες, πιστῶς βοῶμέν σοι· Θεράπον Χριστοῦ θερμότατε, καὶ Ἱεράρχα ὅσιε, ἀπαύστως πρέσβευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι΄ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ΄ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος Φῶς ἱλαρόν.
Τὸ Προκείμενον τῆς ἡμέρας.
Καὶ τὰ Ἀναγνώσματα ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ τῆς Θ΄ Νοεμβρίου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α',
Πάλαι μὲν ἡ Αἴγινα, τὸ σὸν ἅγιον σκῆνος, θρήνοις ὁσίως κηδεύσασα, τὴν σὴν χάριν ἀπεξεδέχετο· νῦν δὲ τοῦτο ἐκ τοῦ τάφου, ὡς κιβωτὸν ἁγιάσματος ἐκκομίσασα, χαρᾶς πολλῆς πληροῦται, ἁγιασμὸν καὶ ἔλεος, καὶ ἰάσεις πολλαπλάς, καὶ πᾶσαν δόσιν ἀγαθήν, ἐξ αὐτοῦ καρπουμένη. Ἀλλ΄ ὦ πάτερ Νεκτάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν τὸ νέκταρ τῆς ἀγάπης, καὶ ῥῦσαι ἡμᾶς τῆς τῶν παθῶν πικρίας, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Ἦχος β΄.
Τῆς αἰωνίου ζωῆς τὰς χάριτας, καὶ τῆς μελλούσης ἀξίας τὰς δωρεάς, μυστικῶς προζωγραφοῦντα, τὰ σὰ τίμια Λείψανα πᾶσιν ἀνεφάνησαν,Ἱεράρχα Νεκτάριε· τὴν ὀσμὴν γὰρ τῆς χάριτος ἐπαφιᾶσι θαυμαστῶς, ἀρωματίζοντα πάντας, ἐν τῇ ἐκφάνσει τῶν κρειττόνων· καὶ πλήθει θαυμάτων, πλῆθος ἐπάθλων θεϊκῶν, ὧν μετέσχες δηλοῦσι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ'.
Δεῦτε ἅπαντες πιστοί, τῇ θαυματοβρύτῳ σορῷ προσπέσωμεν, Νεκτάριου τοῦ παμμάκαρος, τοῦ νεοφανοῦς τῆς Ἐκκλησίας φωστῆρος· ἐκ τοῦ τάφου γὰρ ἡμῖν ἀνεδόθησαν, τῆς ἁγιότητος τὰ σήμαντρα φέροντα, καὶ τὴν ἐν αὐτοῖς οἰκοῦσαν χά-ριν τοῦ Πνεύματος, ὡς χρυσίον πολυτιμον στίλβοντα· καὶ δωρεαῖς ἰαμάτων, ὀλβιοῦντα τοὺς πιστούς, τὴν ἀποκειμένην ἐν οὐρανοῖς, τοῖς ἀξίοις εὔκλειαν, διατρανοῦσιν ἐμφανῶς· Χριστὸς γὰρ ἐν τοῖς Ἁγίοις ἐνεργεῖ, ὡς ἀψευδῶς ἐπηγγείλατο, ὁ δοξάζων τοὺς αὐτὸν δοξάζοντας.
Ἦχος δ΄
Ἐξέστησαν ἅπαντες, ὅτε ὁ σὸς τάφος ἠνέῳκται, θεοφόρε Ἱεράρχα Νεκτάριε· εὐωδία γὰρ γλυκεῖα ἐξ αὐτοῦ διεξεχύθη, πιστοποιοῦσα πάντας, τῆς ζωῆς τὴν λαμπρότητα, καὶ τὸν θεόσδοτον ἐν σοὶ θησαυρόν· εὐωδία γὰρ Χριστοῦ, κατὰ Παῦλον ὤφθης, καὶ θεϊκῶν δωρεῶν ἐπάξιον ταμεῖον· ἔνθεν ἡ θήκη τῶν Λειψάνων σου, ἰάματα βρύουσα, νοσημάτων καθαιρεῖ βόρβορον, καὶ σμῆνος ἀκαθάρτων, κατακλύζει πνευμάτων, εὐφροσύνην καὶ χαράν, πᾶσι βραβεύουσα.

Δόξα. Ὁ αὐτός.
Τῇ ἀνακομιδῇ τῶν σεπτῶν Λειψάνων σου, ἑορτὴν λαμπρὰν συγκροτήσαντες, μακαρίζομέν σε, ἀξιομακάριστε Νεκτάριε· τῆς θείας γὰρ ἀγάπης τὸ νέκταρ δεξάμενος, μακάριος ἀνὴρ κατὰ Δαβίδ, ἐν κόσμῳ ὤφθης, ἐν νόμῳ Κυρίου, μελετήσας ἡμέρας καὶ, νυκτός· καὶ τὸν καρπὸν τῆς ζωῆς τρυγήσας, ἐθεώθης κατὰ μέθεξιν· διὸ καὶ ἡμῖν, τοῖς τῇ ἁγίᾳ σορῷ σου προσπίπτουσι, καὶ τὴν σεπτὴν ἀσπαζομένοις Κάραν, αἴτησαι τὸν θεῖον ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν, Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Πάλιν πνευματικῆς ἑορτῆς, ἡμῖν αἰτία καὶ ὑπόθεσις γέγονε, Νεκτάριε Ἱεράρχα, τῶν σῶν ἁγίων ὀστῶν, ἡ ἀπὸ τοῦ τάφου ἀνακόμισις· ἐν ᾗ ἑορτάζοντες, εὐφροσύνης πληρούμεθα, καὶ τῇ σορῷ σου, εὐλαβῶς προσπελάζοντες, κομιζόμεθα, ἐξ αὐτῆς χάριν ἄφθονον. Δίδου ἡμῖν ἑκάστοτε, ταχεῖαν βοήθειαν, ὡς μιμητὴς τοῦ Δεσπότου, πάσης ἀνάγκης ῥυόμενος, τοὺς πίστει τελείᾳ, ἐξαιτοῦντας θεοφορε, τὴν προστασίαν σου.




Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Χαίρει ἡ εὐαγὴς σου Μονή, ὡς θησαυρὸν καὶ κιβωτὸν ἁγιάσματος, κατέχουσα Ἱεράρχα, τὴν σὴν ἁγίαν σορόν, καθαγιασθεῖσαν θείῳ Πνεύματι· καὶ ταύτῃ συρρέουσιν, ἐκ περάτων Νεκτάριε, οἱ ἐν ἀνάγκαις, καὶ ἐν νόσοις καὶ θλίψεσι, καὶ λαμβάνουσι, συμπαθῶς τὰ αἰτήματα· κρήνη γὰρ ἀνεξάντλητος, θαυμάτων γεγένηται, καὶ καταφύγιον μέγα, καὶ ἰατρεῖον ἀδάπανον· Χριστὸς γὰρ πλουσίως, ὃν ἐδόξασας ἐν βίῳ, σὲ ἐθαυμάστωσε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χ αίροις νέος ἀστὴρ παμφαής, τῆς Ἐκκλησίας Ἱεράρχα Νεκτάριε, ὁ λύσας δοκησισόφων, τάς σοφιστείας τρανῶς, ἐν δυνάμει Πάτερ θείου Πνεύματος· πηγὴ ἡ πηγάζουσα, ἀενάως ἰάματα· νήσου Αἰγίνης, θεοδώρητος ἔφορος, καὶ πρὸς Κύριον, πρεσβευτὴς ἀκαταίσχυντος. Φρούρει οὖν ταύτην Ἅγιε, ταῖς σαῖς ἀντιλήψεσι, σὺν τῇ ἁγίᾳ Μονῇ σου, καὶ τὴν Ἑλλάδα νῦν ἅπασαν, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ΄. δ.
Ἱεραρχίας τὴν στολήν, ταῖς ἀρεταῖς λαμπρύνας Νεκτάριε, 'Ἁγίων ἰσότιμος ὤφθης, ἀγιοπρεπῶς πολιτευσάμενος· καὶ νῦν πλήρη ἁγιότητος, τὰ σὰ τίμια Λείψανα, ἐκ τοῦ τάφου δέδωκας ἡμῖν, τοῖς ποθοῦσί σε Ἅγιε. Διὸ τὴν τούτων ἀνακομιδήν, πιστῶς ἑορτάζοντες βοῶμέν σοι· Πρέσβευε Ἱεράρχα, τῷ πανοικτίρμονι Θεῷ, δίδοσθαι ἡμῖν τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον. καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου Λειψάνων Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἐορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμὸν, καἴ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ τὸ γνωστόν. Ὅμοιον.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τᾶν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ.
Τὴν ἀνακομιδήν, τῶν σεπτῶν σου Λειψάνων, Νεκτάριε σοφέ, ἐορτάζοντες πόθῳ, τὴν σὴν ἐπιβοώμεθα, μεσιτείαν πρὸς Κύριον· ὃν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ἡμᾶς ῥύεσθαι, τοὺς εὐφημοῦντάς σε Πάτερ ὡς θεῖον θεράποντα.

Θεοτοκίον.
Τὸν πάντων ποιητήν, καὶ Θεὸν καὶ Δεσπότην, κυήσασα Ἁγνή, ἐξ ἁγνῶν σοι αἱμάτων, τὸν κόσμον ἀνεκαίνισας, καὶ τὸν ὄφιν ἐνέκρωσας· ὅθεν ἅπαντες ὡς τῆς ζωῆς σε Μητέρα, μεγαλύνομεν οἱ τοῦ θανάτου ῥυσθέντες, τῷ τόκῳ σου Ἄχραντε.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἡνίκα ἀνέλαβον, ἀπό του τάφου σοφέ, τὰ θεῖά σου Λείψανα, ἐν εὐλαβείᾳ πολλῇ, ὀσμῆς ἐπληρώθησαν, θείας καὶ οὐρανίου, θεϊκῇ χορηγίᾳ, ᾄδοντες τῷ Σωτῆρι, χαριστήριον αἶνον, τῷ σὲ θαυματοφόρον, Νεκτάριε δείξαντι.

Θεοτοκίον.
Ἡ δόξα σου Ἄχραντε, πᾶσαν καλύπτει τὴν γῆν, καὶ πάντες οἱ Ἄγγελοι, τὰ μεγαλεῖα τὰ σά, δοξάζουσι Δέσποινα· πάντων γὰρ τὸν Δεσπότην, ἀπορρήτως τεκοῦσα. ἕνωσις διεστώτων, Θεοτόκε ἐδείχθης· διό σοι ἀσιγήτως, τὸ χαῖρε κραυγάζομεν.

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα
Ἦχος πλ΄. α'. Τὸν συνάναρχον Λόγον.

Ἡ σορὸς τῶν σεπτῶν σου Λειψάνων Ἅγιε, ἰατρεῖον ἐδείχθη πᾶσιν ἀδάπανον· θεραπεύει γὰρ ἀεὶ θείᾳ χάριτι, τοὺς προστρέχοντας πιστῶς, νοσημάτων χαλεπῶν, Νεκτάριε Ἱεράρχα, καὶ τῶν δαιμόνων διώκει, θείᾳ ῥοπῇ πᾶσαν ἐνέργειαν.

Θεοτοκίον.
Γαστήρ σου Παρθένε ἡ παναμώμητος, πλατυτέρα ἐδείχθη τῶν οὐρανῶν ἀληθῶς, ὡς χωρήσασα Θεὸν τὸν ἀχώρητον· Ὅθεν πᾶσαι γενεαί, μακαρίζομεν πιστῶς, ὡς μόνην σε Θεοτόκον, καὶ σωτηρίαν καὶ σκέπην, ἡμῶν καὶ μέγα καταφύγιον.




Εἶτα οἱ Ἀναβαθμοὶ· τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου. Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον,

Τὸ Πᾶσα πνοή.
Εὐαγγέλιον τὸ τοῦ Ὄρθρου τῆς θ' Νοεμβρίου (Ζήτει τῇ λ' Σεπτεμβρίου).

Ὁ Ν' Ψαλμός.
Δόξα, Ταῖς τοῦ Ἱεράρχου..,
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Καὶ τὸ Ἰδιόμελον.
Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τοῦ ἀδύτου φωτισμοῦ, κοινωνῶν θεοφόρε, καὶ κατὰ μέθεξιν θείαν θεούμενος, παθῶν ἀχλύος λύτρωσαι, καὶ παντοδαπῶν νοσημάτων καὶ θλίψεων, τοὺς τοῖς σεπτοῖς σου προσιόντας Λειψάνοις, ἀνενδοιάστῳ ψυχῇ, Ἱεράρχα πάτερ Νεκτάριε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.

Εἶτα τό, Σῶσον ὁ Θεὀς τὸν λαόν σου...
Καὶ οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, φέρων τήνδε ἀκροστιχίδα·
«Τοῖς σοῖς Λειψάνοις ὦ Νεκτάριε αἶνος, Γερασίμου».
Ἦχος πλ. δ',
ᾨδὴ α'. 'Ἁρματηλάτην Φαραώ.
Τῆς ἀφθαρσίας εἰληφὼς τὸν στέφανον, ὡς Ἱεράρχης σοφός, καὶ Ἁγίων πάντων, σύσκηνος γενόμενος, Νεκτάριε ἱκέτευε, φωτισμόν μοι δοθῆναι, τὴν ἐκ τοῦ τάφου γεραίροντι, ἀνακομιδὴν τῶν Λειψάνων σου.

Ὁ ποταμός τῶν δωρεῶν τοῦ Πνεύματος, ἐν τοῖς Λειψάνοις τοῖς σοῖς, νοητῶς ἐχύθη ἅγιε Νεκτάριε· ἐντεῦθεν πελαγίζουσιν, ἰαμάτων τὰ ῥεῖθρα, τῶν παθημάτων τὸν βόρβορον, καὶ ἀσθενειῶν κατακλύζοντα.

Ἴδε ὑψόθεν ἅγιε Νεκτάριε, τοὺς προσιόντας πιστῶς, τῇ ἁγίᾳ θήκῃ, τῶν σεπτῶν Λειψάνων σου, καὶ δίδου πᾶσιν Ὅσιε, πατρικῇ συμπαθείᾳ, ῥῶσιν καὶ χάριν καὶ ἔλεος, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Σὲ προστασίαν καὶ θερμὴν ἀντίληψιν, ἡ σὴ ἁγία Μονή, κεκτημένη Πάτερ πάσης βλάβης ῥύεται, καὶ τοῖς σεπτοῖς Λειψάνοις σου, καυχωμένη λαμβάνει, τὴν ἐξ αὐτῶν εὐλογίαν σου, ὕμνους σοι χαρᾶς ἀναμέλπουσα.
Θεοτοκίον.
Σωματοφόρον ὑπὲρ λόγον τέτοκας, τὸν πρὶν ἀσώματον, τοῦ Πατρὸς Παρθένε,
Λόγον τὸν συνάναρχον, καὶ τοῦ Ἀδὰμ ἀνέτρεψας, τὴν ἀρχαίαν κατάραν· διό σε πάντες γεραίρομεν, ὡς ζωὴν ἡμῖν θείαν βλύσασαν.

Καταβασία.
Σταυρὸν χαράξας Μωσῆς...

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ' ἀρχάς.
Ὅλον τὸν πόθον πρὸς Χριστόν, ἀπὸ νεότητος ἔχων, Ἱεράρχης θεοφόρος ἐδείχθης, ἐν ἐσχάτοις τοῖς καιροῖς, Νεκτάριε μακάριε, τοῖς ἴχνεσι τῶν πάλαι, Ἁγίων Πάτερ ἑπόμενος.

Ἰαματόβρυτος πηγή, τῇ θεϊκῇ ἐπομβρίᾳ, ἡ σορὸς τῶν σῶν Λειψάνων ὁρᾶται· ὧν τὴν ἀνακομιδήν, τὴν ἐκ τοῦ τάφου μέλποντες, ἑόρτιόν σοι αἶνον, πάτερ Νεκτάριε ᾄδομεν.

Σαρκὸς νεκρώσας τάς ὁρμάς, τῇ ζωηφόρω νεκρώσει, ζωῆς θείας κληρονόμος ἐδείχθης, καί, τὰ θεῖά σου ὀστᾶ ὡς θησαυρὸν πολύτιμον, τῆς θείας ἐνεργείας, ἡμῖν Νεκτάριε δέδωκας.

Λάμψας τοῦ βίου τῇ νυκτί, ὡς φαεινὸς ἑωσφόρος, καταυγάζεις τῶν θαυμάτων τῇ αἴγλῃ τάς καρδίας τῶν πιστῶν, τῶν προσκυνούντων Ἅγιε, τῶν σῶν σεπτῶν Λειψάνων, σορὸν τὴν θείαν Νεκτάριε.
Θεοτοκίον.
Ἐκ τῶν αἱμάτων σου Ἁγνή, φορέσας ὁ Θεὸς Λόγος, τῆς σαρκὸς τὸ περιβόλαιον Κόρη, διπλοῦς ὤφθη ἐπὶ γῆς, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, ἀνερμηνεύτῳ τρόπῳ, καὶ πάντα κόσμον διέσωσε.

Καταβασία, Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου...

Κάθισμα.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς ἑορτάζοντας πιστῶς Ἱεράρχα, τῶν σῶν Λειψάνων τὴν ἁγίαν ἡμέραν, καὶ ὡς Θεοῦ θεράποντα τιμῶντές σε, σκέπε ταῖς πρεσβείαις σου, ἀπὸ πάσης ἀνάγκης, πειρασμῶν ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν, παρὰ Θεοῦ αἰτούμενος ἡμῖν, θαυματοφόρε, Νεκτάριε ὅσιε.
Θεοτοκίον.
Τῇ προστασίᾳ σου Ἁγνὴ Θεοτόκε, τοὺς καταφεύγοντας ἐξ ὅλης καρδίας, τῆς τοῦ ἐχθροῦ μανίας ἀπολύτρωσαι· δίδου δὲ βοήθειαν, τοῖς ἐν θλίψεσιν οὖσιν, ὡς Μήτηρ φιλεύσπλαγχνος, τοῦ τῶν ὅλων Δεσπότου, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, ἡμᾶς μετόχους, Παρθένε ἀνάδειξον.

Σύ μου ἰσχύς.

Ἱεραρχῶν, νέον ἐδείχθης ἀγλάϊσμα, Ἱεράρχα, ὅσιε Νεκτάριε, ἐν ὁσιότητι ἀληθεῖ, καὶ δικαιοσύνῃ, καὶ τῇ τῶν τρόπων χρηστότητι, κοσμήσας σου τὸν βίον, ἐκβοῶν τῷ Κυρίῳ· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ψυχῶν σοφέ, ἀπαλλαγὴ ἐκ τοῦ χείρονος, ὄντως ὤφθη, ἐν τοῖς Λειψάνοις σου, χάρις σκηνοῦσα ἡ θεϊκή· ἡ γὰρ πρῴην πόρνη, τῇ μετανοίᾳ κεκάθαρται, ἡνίκα παραδόξως, ἐκ τοῦ τάφου σου Πάτερ, θαυμαστὴ εὐωδία ἐκκέχυται.

Ἁγιασμόν, καὶ σωτηρίαν καὶ ἴασιν, τὰ ὀστᾶ σου, Πάτερ ἀναβλύζοντα, ἀνεκομίσθησαν εὐλαβῶς, καὶ ἐν τῇ Μονῇ σου, ὡς θησαυρὸς ἀπετέθησαν· οἷς πίστει προσιόντες, οἱ πιστοὶ πανταχόθεν, εὐφροσύνης πληροῦνται Νεκτάριε.

Νόσοι δειναί, τῇ ἐπικλήσει σου Ἅγιε, ἐξιῶνται, Πνεύματος τῇ χάριτι· ὅθεν θαυμάτων σου τῶν πολλῶν, ὁ φθόγγος εἰς πᾶσαν, τὴν γῆν ἐξῆλθε Νεκτάριε, καὶ πᾶς ὁ τὴν σὴν κλῆσιν, προσφωνῶν τὴν θερμήν σου, προστασίαν εὑρίσκει ἐπίκουρον.
Θεοτοκίον.
Ὅλος ἐν σοί, ἀνερμηνεύτως ἐσκήνωσεν, ὁ ἐν κόλποις, τοῦ Πατρὸς ὡς σύνθρονος, Υἱὸς ὑπάρχων καὶ συμφυὴς, καὶ σαρκὸς Παρθένε, μετειληφώς τε καὶ αἵματος, διπλοῦς ἐκ σοῦ ἐτέχθη, ἐν μιᾷ ὑποστάσει, τοῦ Ἀδὰμ ἀνορθῶν τὸ ὀλίσθημα.
Καταβασία.
Εἰσακήκοα Κύριε…
ᾨδή ε'. Ἵνα τί με ἀπώσω;
Ἱλαστήριον ὥσπερ, ἡ τιμία θήκη σου πρόκειται ἅπασι, τοῖς προσερχομένοις, καὶ τὴν σὴν ἐξαιτοῦσι βοήθειαν, ἢν ἀπαύστως δίδου, Νεκτάριε θαυματοφόρε, ἀφανίζων ἐχθροῦ τὰ βουλεύματα.

Σωτηρίας λιμένα, ἡ ἁγία Μάνδρα σου ἔχει σε Ἅγιε, καὶ τοῖς σοῖς Λειψάνοις, ἀκλυδώνιστος σῴζεται πάντοτε, πάσης τρικυμίας τῆς ἐν τῷ βίῳ καὶ ἀνάγκης, τὰ πολλά σου κηρύττουσα θαύματα.

Ὥσπερ δόματα θεῖα, πανταχοῦ δεδώρηνται ἐκ τῶν Λειψάνων σου, πίστει ἀδιστάκτῳ, θεοφόρε Νεκτάριε τμήματα, πᾶσαν τὴν Ἑλλάδα, καὶ πᾶσαν ἄλλην χώραν Πάτερ, ἁγιάζοντα Πνεύματος χάριτι.

Νέον ἄστρον ἐφάνης, ἐν τοῖς ζοφεροῖς τούτοις χρόνοις Νεκτάριε, τοῦ Εὐαγγελίου, ἀπαυγάζων τὸ φῶς τὸ ἀνέσπερον· ἔνθεν θεοφόρε, τῶν σῶν θαυμάτων τῇ δυνάμει, Ὀρθοδόξων εὐφραίνεις τὸ πλήρωμα.
Θεοτοκίον.
Ἐσαρκώθη ὡς οἶδεν, ὁ ἀπεριόριστος φύσει Θεότητος, ἐκ τῶν σῶν αἱμάτων, καὶ ἐφάνη τῷ κόσμῳ ὡς ἄνθρωπος, Κεχαριτωμένη· ὅθεν ὑμνοῦμέν σου τὴν δόξαν ὅτι Μήτηρ Θεοῦ ὤφθης ἄχραντος.

Καταβασία.
Ὦ τρισμακάριστον ξύλον...





ᾨδὴ ς'. Ἰλάσθητί μοι Σωτήρ.

Κειμήλιον ἱερόν, καὶ ὄλβον Πάτερ οὐράνιον, ἡ Μάνδρα σου ἡ σεπτή, τὴν ἁγίαν Κάραν σου, κατέχουσα γάνυται, τῇ ἀεὶ ἐκ ταύτης, προϊούσῃ θείᾳ χάριτι.

Τὸ νέκταρ τὸ μυστικόν, ἐν τῇ ψυχῇ σου δεξάμενος, Νεκτάριε ἱερέ, πηγάζεις ἑκάστοτε, γλυκασμὸν χρηστότατος, τοῖς προσερχομένοις, τῇ σορῷ τῇ τῶν Λειψάνων σου.

Αἰγίνης χαίρει ἐν σοί, ἡ νῆσος πάτερ Νεκτάριε, πλουτήσασα ἐκ Θεοῦ, ὡς δῶρον οὐράνιον, τὰ θεῖά σου Λείψανα, ὧν τοῖς θαυμασίοις, καυχωμένη μακαρίζει σε.

Ῥυσθῆναι πάσης ὀργῆς, Χριστὸν ἱκέτευε Ὅσιε, τοὺς προσιόντας πιστῶς, τῇ θείᾳ πρεσβείᾳ σου, καὶ τυχεῖν Νεκτάριε θεϊκοῦ ἐλέους, καὶ τῶν θείων ἀπολαύσεων.

Θεοτοκίον.

Ἱκέτευε ἐκτενῶς, τὸν σὸν Υἱον καὶ Θεὸν ἡμῶν, Θεογεννῆτορ Ἁγνή, κινδύνων καὶ θλίψεων, καὶ πάσης κακώσεως, ἡμᾶς λυτρωθῆναι, τοὺς προστρέχοντας τῇ σκέπῃ σου.
Καταβασία·
Νοτίου θηρὸς ἐν σπλάγχνοις...

Κοντάκιον.
Ἦχος δ΄
Ἐπεφάνης σήμερον.
Τῶν σεπτῶν Λειψάνων σου τὴν ἐκ τοῦ τάφου, κομιδήν γεραίροντες, Νεκτάριε θαυματουργέ, εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.

Ὁ Οἶκος.
Ὡς ὀσμὴ ἀγροῦ πλήρους Νεκτάριε, ἡ ὀσμὴ τῶν ἁγίων Λειψάνων σου, ὡς ἔφη πάλαι Ἰσαάκ, ἐπευλογῶν τὸν Ἰακὼβ· σὺ γὰρ ὅλος καθαγιασθείς, τῇ ἐναρέτῳ ζωῇ ἁγιότητος ὤφθης σκεῦος ἐκλεκτόν, καὶ τῶν πάλαι Ἁγίων ἰσότιμος καὶ κοινωνός· διὸ καὶ ἡ σορὸς τῶν σῶν σεπτῶν Λειψάνων, κιβωτὸς ἁγιάσματος πᾶσι πρόκειται, τῇ τοῦ Παναγίου Πνεύματος ἐπιφοιτήσει, καθαγιάζουσα τοὺς προσερχομένους, καὶ θεραπεύουσα νόσους ἀνιάτους, καὶ νέμουσα καινισμὸν μετανοίας, πεπαλαιωμέναις ψυχαῖς τῇ ἁμαρτίᾳ· ὧν τὴν σεπτὴν ἀνακομιδὴν ἐορτάζοντες, τὰ σὰ θαυμάσια εὐσήμως κηρύττομεν, καὶ εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.
Συναξάριον.
Τῇ γ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνακομιδὴν ἑορτάζομεν τῶν τιμίων Λειψάνων τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ, γενομένην ἐν ἔτει σωτηρίῳ 1953.
Ἐκ γῆς τὰ σὰ Λείψανα φανὲντα Πάτερ, πᾶσι φαίνουσι τὴν κεκρυμμένην χάριν.
Τριτίῃ, Νεκταρίοιο γῆθεν ὀστέα φαάνθη.

Οὗτος ὁ νέος λαμπρὸς τῆς Ἐκκλησίας ἀστήρ, ὁ θαυμάτων δυνάμεσι παραδόξως παρὰ Θεοῦ δοξασθείς, κεκοίμηται τῇ θ' Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1920, ὡς διεξοδικῶς περὶ αὐτοῦ ἱστόρηται κατὰ τὴν μνήμην τῆς πρὸς Θεὸν αὐτοῦ ἐκδημίας. Σήμερον ἑορτάζομεν τὴν ἐκ τοῦ τάφου ἀνακομιδὴν τῶν ἁγίων καὶ θαυματοβρύτων αὐτοῦ Λειψάνων, ἥτις ἐγένετο ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ τρίτῳ, τῇ γ' τοῦ μηνὸς Σεπτεμβρίου, ἀρχιερατεύοντος τοῦ Μητροπολίτου Ὕδρας, Σπετσῶν καὶ Αἰγίνης Προκοπίου, παρεστώτων τοῦ τε ἀρχιερέως πρῴην Ἠλείας Ἀντωνίου, τῶν τῆς νήσου Ἀρχῶν, τῶν τε Μοναζουσῶν σὺν τῷ ἱερῷ Κλήρῳ, καὶ τοῦ τῆς Ἐπικρατείας συμβούλου.
Πάντων οὖν τούτων παρισταμένων, ἠνέῳκται ὁ τάφος· αὐτίκα δὲ ἄρρητος ἐξέδραμε καὶ διακκέχυται εὐωδία, ὡς ὀσμὴ μύρων πολλῶν ἐν τῷ ἀέρι χεομένων· ὁσίαις δὲ χερσὶν ἀνακομισθέντα ἐκεῖθεν τὰ τοῦ Ἁγίου τίμια Λείψανα καὶ πολυτίμοις θήκαις ἐναποτεθέντα, κατετέθησαν τῇ εὐαγεῖ αὐτοῦ Μονῇ ὡς θησαυρὸς ἀκένωτος τῆς θείας χάριτος καὶ ἀδαπάνητον ἰατρεῖον πολυειδῶν νοσημάτων καὶ πόνων καὶ θλίψεων. Πλεῖστα δὲ μέρη καὶ πόλεις ἠξιώθησαν ἔχειν τμήματα ἐκ τῶν σεπτῶν τούτου Λειψάνων, πρὸς ἁγιασμὸν τῶν πιστῶν καὶ θεραπείαν τῶν ἀσθενῶν, καὶ ἄπειρα θαύματα ἐνήργησε καὶ ἐνεργεῖ ὁ μέγας οὗτος καὶ ἡγιασμένος πατήρ, καὶ πανταχοῦ προφθάνει, διασῴζων τοὺς καλοῦντας αὐτὸν ὡς ἡ περὶ αὐτοῦ ἐν πλάτει διέξεισι δέλτος.

Ταῖς αὐτοῦ πρεσβείαις καὶ πάντων σου τῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', Θεοῦ συγκατάβασιν.
Εἰς πᾶσαν ἐξεδραμε, τὴν οἰκουμένην πάτερ Νεκτάριε, τῶν πολλῶν σου θαυμάτων, ὁ θεῖος φθόγγος καὶ πάντες σπεύδουσι, τοῖς Ἱεροῖς σου Λειψάνοις κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Αἰγίνης οἱ κάτοικοι, τῇ σοὶ δοθείσῃ πλουσίᾳ χάριτι, ἐπαγάλλονται Πάτερ, ὅτι προστάτην θερμόν σε κέκτηνται, μετὰ τὸν θεῖον σοφὲ Διονύσιον μεθ΄ οὗ δυσώσει Χριστόν, ὑπὲρ τῆς νήσου ἡμῶν.

Ἰάματα ἄφθονα, οἱ ἀσθενοῦντες δεῦτε ἀντλήσατε, ἐκ σοροῦ τῆς ἁγίας, τοῦ Νεκταρίου τοῦ πᾶσι νέμοντος, ἁγιασμὸν καὶ ὑγείαν καὶ ἔλεος, τοῖς προσιοῦσι πιστῶς, τῇ ἀντιλήψει αὐτοῦ.

Ναὸς ὤφθης ἔμψυχος τῆς Παναγίας Τριάδος Ἅγιε, καὶ ναῷ σου ἁγίῳ, ἐναποκείμενα τὰ σὰ Λείψανα, τῆς αἰωνίου ζωῆς ὑπεμφαίνουσι, Νεκτάριε ἱερέ, τὰς μυστικὰς ἀμοιβάς.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα, τοῦ Φωτοδότου καὶ ΙΙαντοκράτορος Φωτοτόκε Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου φώτισον, μαρμαρυγαῖς τῆς ἐν σοὶ ἀγαθότητος, καὶ ζοφερᾶς τοῦ ἐχθροῦ, ἀπάλλαξόν με φθορᾶς.

Καταβασία.
Ἔκνοον πρόσταγμα...

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.
Σθένος λαβὼν οὐράνιον, Ἱεράρχα Νεκτάριε, ὤφθης ἐναρέτου βίου ὑποτύπωσις, ἐσχάτοις ἐν ἔτεσι, τοῖς ἴχνεσιν ἑπόμενος, τῶν ἐν ἐγκρατείᾳ, καὶ ἀσκήσει ὁσίᾳ, Θεὸν θεραπευσάντων, μεθ΄ ὧν καὶ ἀναμέλπεις· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.

Γέγονε τῶν Λειψάνων σου ἡ ἐκ τάφου ἐκκόμισις, ἑορτῆς ἁγίας τοῖς πιστοῖς ὑπόθεσις· ἐν ᾗ συνελθόντες σε, γεραίρομεν Νεκτάριε, καὶ περικυκλοῦντες, τὴν ἁγίαν σορόν σου, λαμβάνομεν ἐκ ταύτης, ψυχικὴν εὐφροσύνην, καὶ θείαν εὐλογίαν, καὶ λύσιν ἀθυμίας.

Εἰς πᾶσαν γῆν καὶ θάλασσαν τῶν θαυμάτων σου Ἅγιε, ἡ πληθὺς βοᾶται καὶ λαμπρῶς κηρύττεται· ἐντεῦθεν συρρέουσι, τῇ θήκῃ τῶν Λειψάνων σου, στίφη εὐσεβῶν, καὶ ἐξ αὐτῶν πᾶσαν χάριν, καὶ ὄνησιν καρποῦνται, Χριστὸν δοξολογοῦντες, τὸν δείξαντά σε Πάτερ, δεδοξασμένον ἄρτι.

Ῥόδα καθάπερ εὔοσμα, τὰ σὰ τίμια Λείψανα, ἡνίκα ἠνοίγη ὁ τάφος σου ὤφθησαν, ὀσμὴν τὴν οὐράνιον, τοῖς πᾶσι διαπνέοντα, ὧν τὴν κομιδήν, ἐπιτελοῦντες βοῶμεν· Παθῶν ἀκαθαρσίας, καὶ νόσων δυσωδίας, ῥύου τοὺς σὲ τιμῶντας, Νεκτάριε θεόφρον.
Θεοτοκίον.
Ἀνερμηνεύτως τέτοκας, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν βροτείαν φύσιν ἐκ σοῦ ἐνδυσάμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἡμᾶς ἀνακαινίζοντα, πλούτῳ εὐσπλαγχνίας, Θεοτόκε Παρθένε· διὸ παλαιωθέντα, πολλαῖς με ἁμαρτίαις, ἐγκαίνισον διδοῦσα, ἐπιστροφὴν τελείαν.
Καταβασία. Εὐλογεῖτε Παῖδες...
ᾨδη θ'. Ἐξέστη ἐπὶ τούτῳ.

Σκηνώσας ἐν ταῖς ἄνω θείαις αὐλαῖς, Ἱεράρχα Νεκτάριε ὅσιε, σὺν τοῖς χοροῖς, πάντων τῶν Ἁγίων περιφανῶς, τὸ ἱερόν σου Λείψανον, δέδωκας τοῖς τέκνοις σου πατρικῶς, ὡς στήλην γεγραμμένην, τῶν πρὸς ἡμᾶς σου Πάτερ, εὐλογιῶν χάριν τὴν ἄφθονον.

Ἰδόντες σου τὰ Λείψανα τὰ σεπτά, πλήρη χάριτος πάτερ Νεκτάριε, κροκκοβαφῆ, καὶ ἡγιασμένα παρὰ Θεοῦ, χαρᾶς καὶ κατανύξεως, πάντες ἐπληρώθησαν ἀληθῶς, οἱ ταῦτα ἐκ τοῦ τάφου, κομίσαντες ὁσίως, καὶ τὸν Σωτῆρα ἐμεγάλυναν.

Μονὴν σου Ἱεράρχα τὴν εὐαγῆ, ἣν ἱδρῶσι καὶ πόνοις συνέστησας, σκέπε ἀεί, ταῖς σαῖς προστασίαις ταῖς θαυμασταῖς, καί, ἅπασαν τὴν Αἴγιναν, ἄνωθεν εὐλόγει ὡς συμπαθής· ἰδοὺ γὰρ τοῖς σεπτοῖς σου, προσπίπτομεν Λειψάνοις, καὶ σὲ γεραίρομεν Νεκτάριε.

Ὁ νέος ἐν Ἁγίοις λαμπρὸς ἀστήρ, Ὀρθοδόξων τὸ μέγιστον καύχημα, Πάτερ σοφέ, δέξαι μου τῶν ὕμνων τὴν προσφοράν· τολμήσας γὰρ πρὶν ᾔνεσα, τὴν σὴν ἐκδημιαν
πρὸς τὸν Θεόν, νῦν μέλπων τῶν Λειψάνων, τῶν θείων σου τὴν μνήμην, τὴν σὴν αἰτῶ θερμὴν ἀντίληψιν.
Θεοτοκίον.
Ὑψίστου ἐνδιαίτημα φωταυγές, τοῦ Δεσπότου καθέδρα ὑπέρλαμπρε, Μῆτερ Θεοῦ, μόνη Παντευλόγητε Μαριάμ, Παρθένε Θεοχώρητε, δεῖξόν με χωρίον χωρητικόν, τῆς θείας ἐπιπνοίας, δι΄ ἐναρέτου βίου, τοῦ προελθόντος ἐκ λαγόνων σου.

Καταβασίαι. Μυστικῶς εἶ Θεοτόκε...
Ὁ διὰ βρώσεως τοῦ ξύλου...

Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.

Τὴν θήκην τῶν Λειψάνων σου περικυκλοῦντες Ἅγιε, καὶ
προσπτυσσόμενοι ταῦτα, ἐν εὐλαβείᾳ καὶ πόθῳ, δοξάζομεν Νεκτάριε, τὸν σὲ λαμπρῶς δοξάσαντα, θαυμάτων Πάτερ χάριτι· ὃν ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Θεοτοκίον.
Τὸν Ποιητὴν καὶ Κύριον, ἀφράστως σωματώσασα, τῶν οὐρανῶν πλατυτέρα, ὤφθης Ἁγνὴ Θεοτόκε· διὸ ἡμᾶς στενώσεως, παθῶν ποικίλων λύτρωσαι, καὶ τῆς χαρᾶς ἀξίωσον, τῆς οὐρανίου Παρθένε τῇ μητρικῇ σου πρεσβείᾳ.


Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.








Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πάτερ Νεκτάριε ζωῆς, αἰωνίου μέτοχος, τῇ καθαρῇ πολιτείᾳ σου, καὶ ἰσοστάσιος, τῶν Ἁγίων πέλων, νέκταρ βλύζεις ἄϋλον, ἡμῖν ἐκ τῶν τιμίων Λειψάνων σου, ὧν ἑορτάζοντες, τὴν ἐκ τάφου ἀνακόμισιν, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα.

Πάτερ Νεκτάριε τὰ σά, Λείψανα τῇ χάριτι, ἡγιασμένα τοῦ Πνεύματος, ὡς ἄνθη εὔοσμα, ὤφθησαν ἐκ τάφου, καὶ ἀεὶ πηγάζουσιν, ἰάσεις τοῖς πιστῶς προσπελάζουσι, καὶ ἀπελαύνουσι, τῶν δαιμόνων τὴν ἐπήρειαν· διὰ τοῦτο, πάντες σὲ γεραίρομεν.

Πάτερ Νεκτάριε ἡ σή, χάρις ἡ θεόσδοτος, διαβεβόηται ἅπασι, τῆς γῆς τοῖς πέρασι· πάντας γὰρ προφθάνεις, τοὺς πιστῶς καλοῦντας σε, κινδύνων τε καὶ πόνων λυτρούμενος· διὸ τὰ πάνσεπτα, προσπτυσσόμενοί σου Λείψανα, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα.

Πάτερ Νεκτάριε ἡ σή, Μάνδρα ἐπαγάλλεται, τοῖς μυριπνόοις Λειψάνοις σου, καὶ τὰ σὰ θαύματα, ἅπασι κηρύττει, ἡ δὲ νῆσος Αἴγινα, καυχᾶται, τῇ θερμῇ προστασίᾳ σου, Ἑλλὰς δὲ ἅπασα, μακαρίζει θείοις ὕμνοις σε, ἐντρυφῶσα, τῶν σῶν ἀντιλήψεων.

Δόξα. Ἦχος πλ. δ'.
Ἀρχιερέων καλλονή, ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ δι’ ἀρετῶν λαμπρότητος, ὤφθης Ἱεράρχα Νεκτάριε· διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καυχωμένη τῇ δόξῃ σου, ὡς πάλαι Ἰσραὴλ τοῦ Ἰωσὴφ τὸ σῶμα, τῶν σῶν Λειψάνων τὴν σορὸν, τιμαῖς ὁσίαις περιβάλλει, καὶ εὐλαβῶς κατασπάζεται· καὶ τὴν ἐξ αὐτῶν προϊοῦσαν χάριν καρπουμένη, βοᾷ σοι Ἅγιε· Ὡς ἔχων παρρησίαν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, τὴν καλὴν ὁμολογίαν τηρεῖν ἀλώβητον, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά,
οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ' καὶ ς' ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τὰ τῆς θ' Νοεμβρίου. (Ζήτει τὸν Ἀπόστολον τῇ ιβ' Δεκεμβρίου — ἁγίου Σπυρίδωνος,
τὸ δὲ Εὐαγγέλιον τῇ ι΄ Ἰανουαρίου — ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης.)

Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον.
Χάριν ἀναβλύζοντα δαψιλῆ, ὤφθησαν ἐκ τάφου, τὰ σὰ Λείψανα τὰ σεπτά, Νεκτάριε πάτερ, οἷς πίστει προσιόντες, λαμβάνομεν ὑγείαν, ψυχῆς καὶ σώματος.
Διάστιχον.
Γεράσιμος πρὶν θεῖον ὕμνον σοι ᾖσε· καὶ νῦν Πάτερ ᾄδει σορῷ σου τῇ θείᾳ.



Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 41 και 0 επισκέπτες