Παράκληση στην Παναγία την Γοργοϋπήκοο

Παρακλητικοί Κανόνες στον Κύριο, την Παναγία και τους Αγίους. Κείμενα και ηχογραφήσεις.

Συντονιστές: Νίκος, Anastasios68, johnge

Παράκληση στην Παναγία την Γοργοϋπήκοο

Δημοσίευσηαπό ΦΩΤΕΙΝΗ » Σάβ Ιαν 18, 2014 11:24 am

Εικόνα

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τό Προσόμοιο. Ἦχος δ΄.
Τῆς Θεοτόκου τή εἰκόνι προσδράμωμεν, οἱ ἐν κινδύνω καί αὐτή νῦν προσπέσωμεν, ἀπό βαθέων κράζοντες καί πόνου ψυχῆς• Τάχος ἠμῶν ἄκουσον τῆς δεήσεως Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα, σύ γάρ ὑπάρχεις πρόμαχος ἠμῶν, καί ἐν ἀναγκαις, ἑτοίμη βοήθεια.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν ἐν μετανοία, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ’ ἠμίν σπλαγχνισθεῖσα• σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πτασιμάτων• μή ἀποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ἦχος πλ. δ΄. Ὠδή ἅ΄. Ὁ Εἱρμός
Ὑγρᾶν διοδεύσας ὡσεί ξηράν, καί τήν αἰγυπτίαν μοχθηρίαν διαφυγῶν, ὁ Ἰσραηλίτης ἀνεβόα• Τῷ Λυτρωτή καί Θεω ἠμῶν ἄσωμεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Θαυμάτων τῶν θείων Σου τήν πληθύν, καί τῶν τεραστίων, εὐφημῆσαι ρπιχειρῶν, Σού δέομαι Κόρη ἐκ καρδίας, Γοργοϋπήκοε χάριν παρασχου μοί.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τίς οὐκ ἐκπλαγείη τῆς Σῆς Μορφῆς, τά θαύματα Κόρη, ἐκ γάρ ταύτης τῷ λειτουργῶ, Τραπέζης, ἐφώνησας τρισσάκις, Γοργοϋπήκοος ὅθεν ὠνόμασαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Πῶς Σου τό τεράστιον ἐξειπεῖν, δυνήσομαι Κόρη; Σύ γάρ πρώην τόν ἀπειθῆ, Μοναχόν ἀόμματον εἰργάσω, καί πάλιν τοῦτον κατέστησας βλέποντα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Χαῖρε καί εὐφραίνου θεία Μονή, τοῦ Δοχειαρίου. Σύ γάρ ἔσχες τήν τοῦ παντός Κυρίαν καί προστάτιδα καί σκέπην καθάπερ Αὔτη σαφῶς ἐπηγγείλατο.

Ὠδή γ΄. Ὁ Εἱρμός
Οὐρανίας ἁψίδος, ὀροφουργέ Κύριε, καί τῆς Ἐκκλησίας δομῆτορ, σύ μέ στερέωσον, ἐν τή ἀγάπη τή σή, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τό στήριγμα, μόνε φιλάνθρωπε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τούς ἀτέκνους εὐτέκνους, Σύ Μαριάμ ἔδειξας καί τάς στειρευούσας μητέρας, Κόρη ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις τίς οὐκ ἐξίσταται τά μεγαλεία Σου;
Ὑπεραγία Θεοτόκε, σωσον ἠμᾶς.
Βουλγαρία κηρύττει, τῆς Σῆς Μορφῆς θαύματα, ἤ Γοργοϋπήκοε Κόρη. Δύσις Ἐώα τέ κρήνη γάρ γέγονας, βλύζουσα χάριτας πάσι, τοῖς προσκαλουμένοις Σου, τό Θεῖον Ὄνομα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τοῦ καρκίνου τό πάθος, ἐκ τῆς χειρός ὀϊχεται τοῦ σεμνοῦ γυναίου Παρθένε, τή ἐπισκέψει Σουόθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττε τά χαριστήρια.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θαυμαστῶς ὡραιώθη, ἡ Σή Εἰκών Παναγνέ, καί ὑπέρ ἀκτίνας ἡλίου, φωτίζει ἅπαντας Γοργοϋπήκοε, τίς οὔν αὐτήν ἐπενέσει, ἤν πέρ καί οἱ Ἄγγελοι, φόβω καλύπτουσιν;
Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τάς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καί λύτρωσαι ἐκ παντοίων κινδύνων.
Ἀπέλασον, τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου, καί χάριν ἁγνή τῷ Σῶ ἱκέτη παρασχου μοί, ὡς τῆς χαρᾶς τό δοχεῖον.

ΕΚΤΕΝΗ.
Ὁ Ἱερεύς: Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Κύριε, ἐλέησον (3 φορές)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἠμῶν (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον (3 φορές)
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή πόλη ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.xristianos.gr
Κύριε, ἐλέησον (3 φορές)
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἴωνας τῶν αἰώνων. Ἀμήν.

Κάθισμα Ἦχος β΄ Πρεσβεία θερμή.
Πολέμοις Ἁγνή, πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν καί ἀοράτων Δέσποινα• Σοί θερμῶς κραυγάζομεν, θραῦσον τά τούτων ὄπλα τῷ κράτει Σου καί εἰρηναίαν δός ἠμίν ζωήν, τοῖς Σοῖς οἰκέταις, Γοργοϋπήκοε.

Ὠδή δ΄.
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τό μυστήριον• κατενόησα τά ἔργα σου, καί ἐδόξασά σου τήν θεόητα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Εἰς τά πέρατα ἅπαντα, ἡ Θαυματουργός Σου Εἰκών τεθρύληται καί νῦν πάντες ἐν τῷ στόματι, τήν Γοργοϋπήκοον προσφέρουσι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Καί κατ' ὄναρ Παντάνασσα, ἀλλά καί καθ' ὕπαρ Γοργοϋπήκοε φαινομένη τά θαύματα ἐκτελεῖς ἐν κόσμω τά παράδοξα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τίς Σου, Κόρη τό ὄνομα, ἐν ἀνάγκη πάση ἐπεκαλέσατο, καί γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοϋπήκοος ὑπάρχουσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μακαρία γεγένησαι, ὤ Δοχειαρίου Μονή ἐπίσημε τήν εἰκόνα γάρ ἐπλούτησας Γοργοϋπηκόου τήν πανσέβαστον.

Ὠδή ἐ΄
Φώτισον ἠμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καί τῷ βραχίονί σου τῷ ὑψηλῶ, τήν σήν εἰρήνην, παρασχου ἠμίν, φιλάνθρωπε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Πῶς Σου τήν μορφήν, ὁ ἀνάξιος θεάσωμαι, Γοργοϋπήκοε Παντάνασσα, μεμολυσμένοις ὀφθαλμοίς μου τήν πανάσπιλον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Θάλασσα καί γῆ, τῆς εἰκόνος Σου τά θαύματα Γοργοϋπήκοε, κηρύττουσι• τῶν Σῶν χαρίτων γάρ ταῦτα ἄμφω ἀπήλαυσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κλέπτην φανεροῖς, τόν τά χρήματα συλήσαντα, τά τοῦ πλησίον Μητροπαρθένε, καί ἀποδίδως δικαίως ταῦτα τῷ ἔχοντι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Εἶδος τό σεπτόν, ἐμφερείας Σου Πανύμνητε, ὡς φῶς λαμπρύνει πάντας βλέποντας καί προσκυνεῖν αὐτό, πείθει καί κατασπάζεσθαι.

Ὠδή ς΄
Τήν δέησιν ἐκχεῶ πρός Κύριον, καί αὐτῶ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καί ἡ ζωή μου τῷ Ἅδη προσήγ γισε, καί δέομαι ὡς Ἰωνάς? ἐκ φθορᾶς, ὁ Θεός μέ ἀνάγαγε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Φιλόστοργος ὥσπερ Μήτηρ Δέσποινα, ὀραθεῖσα προσεκάλεις τόν παίδα, πρός ἑαυτήν, ἕως οὗ ἐλυτρώσω, ἐκ τῆς χειρός τῶν ληστῶν Μητροπάρθενε• ἀλλ’ εὔροιμεν Σέ καί ἠμεῖς οἱ Σοί δοῦλοι Μητέρα φιλόστοργον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Οὐκ ἔχομεν οἱ οἰκτροί οἰκέται Σου, ἄλλην πλήν Σου προστασίαν καί σκέπην διό Ἁγνή ἐκ καρδίας βοῶμεν, ἀπό κινδύνου παντός ἐλευθέρωσον, τήν Μάνδραν σου τήν Ἱεράν καί πιστούς τους πρός Σέ καταφεύγοντας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὡς ἔσωσας θαλαττίου κλύδωνος, τούς φωνήσαντας τήν θείαν Σου κλῆσιν, οὕτως ἠμᾶς, αἰσθητοῦ ναυαγίου, καί νοητοῦ Θεοτόκε, διασωσον καί ὄρμισον εἰς γαληνούς, σωτηρίας λιμένας τούς δούλους Σου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὁ κόσμος Σέ σωτηρίαν κέκτηται, καί θερμήν ἐν πειρασμοῖς προστασίαν, ὅθεν Ἁγνή, τή σεπτή σου εἰκόνι, ἀπανταχόθεν προστρέχουσιν ἄνθρωποι, καί πάντες Σέ καταφυγήν, καί παράκλησιν Κόρη εὐρίσκουσι. xristianos.gr
Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τάς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καί λύτρωσαι ἐκ παντοίων κινδύνων.
Ἀπέλασον, τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου, καί χάριν ἁγνή τῷ Σῶ ἱκέτη παρασχου μοί, ὡς τῆς χαρᾶς τό δοχεῖον.

ΕΚΤΕΝΗ.
Ὁ Ἱερεύς : Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Κύριε, ἐλέησον (3 φορές)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἠμῶν (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον (3 φορές)
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή πόλη ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον (3 φορές)
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον Ἦχος β'
Πελάγει δεινῶ, τοῦ βίου χειμαζόμενοι, καί παντοίων παθῶν, τρικυμίαις ποντούμενοι, καί σάλω περιπίπτοντας Παρθένε πειρασμῶν, εἰς μορφήν Σου τήν σεπτήν καταφεύγομεν Θερμῶς, ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἠμίν χείρα ὡς Πέτρω ὁ Υἱός σου, καί κλυδωνίου ἐκ παντός ἠμᾶς Κόρη λύτρωσαι.
Ἅ΄ Ἀντίφωνον. Ἦχος δ΄
Ἐκ νεότητός μου, πολλά πολεμεῖ μέ πάθη, ἀλλ' αὐτός ἀντιλαβού, καί σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἁγίω Πνεύματι, πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται τή Τριαδική μονάδι, ἱεροκρυφίως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά.
Στίχ. Ἄκουσον, θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σ οὔ, κ αἵ ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου μνησθήσομαι ἐν πάση γενεά καί γενεά.

Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἠμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἠμῶν ἰκετεύσωμεν.
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.
Εἰρήνη πάσι.
Ὁ Λαός: Καί τῷ πνεύματί σου.
Ὁ Ἱερεύς: Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου τῷ ἀνάγνωσμα. Προσχωμεν.
Ὁ Λαός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ἐκ τοῦ κατά Λουκᾶν (1:39-56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα δέ Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. 41 καί ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τή κοιλία αὐτῆς• καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ 42 καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν• εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. 43 καί πόθεν μοί τοῦτο ἴνα ἔλθη ἡ μήτηρ τοῦ Κυρίου μου πρός μέ; 44 ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. 45 καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτή παρά Κυρίου. 46 Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον 47 καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῶ τῷ σωτήρί μου, 48 ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδού γάρ ἀπό τοῦ νῦν μακαριούσι μέ πᾶσαι αἵ γενεαί. 49 ὅτι ἐποίησε μοί μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὐτοῦ, 50 καί τό ἔλεος αὐτοῦ εἰς γενεᾶς γενεῶν τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοία καρδίας αὐτῶν• 52 καθεῖλε δυνάστας ἀπό θρόνων καί ὕψωσε ταπεινούς, 53 πεινώντας ἐνέπλησεν ἀγαθῶν καί πλουτοῦντας ἐξαπέστειλε κενούς. 54 ἀντελάβετο Ἰσραήλ παιδός αὐτοῦ μνησθῆναι ἐλέους, 55 καθώς ἐλάλησε πρός τούς πατέρας ἠμῶν, τῷ Ἀβραάμ καί τῷ σπέρματι αὐτοῦ εἰς τόν αἰώνα. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.
Χορός: Δόξα σοί, Κύριε, δόξα σοί. xristianos.gr

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἦχος β'
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἑξάλειψον τά πλήθη, τῶν ἠμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Γοργοϋπηκόου ταῖς θείαις Ἰκεσίαις ἑξάλειψον τά πλήθη, τῶν ἠμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι …
Τήν Γοργοϋπήκοον, τῆς Θεοτόκου εἰκόνα, πάντες εὐφημήσωμεν, Σελήνην τήν ἔνδοξον καί ὁλόφωτον, τήν λαμπρᾶν ἅλωνα, σφαίραν τήν οὐράνιον, καί πολυάστρον, ὑπάρχουσαν• ἄρκτον ἑπτάστερον, δί’ ἤς πρός Θεόν ὁδηγούμεθα• Παρθένον ἀγλαόμορφον, ἄστροις τέ πολλοῖς διαυγάζουσαν, Πλειάδα ὡραίαν καί ἴριν ποικιλόχροον, δί’ ἤς, κατακλυσμοῦ ἠμᾶς ρύεται πάντοτε ὁ Κύριος.

Ὅμοιον.
Πάντων τά αἰτήματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς Σέ ἐκ πίστεως, προσιόντων Σοί, καί τήν Σήν Ἄχραντε ἐπικαλουμένων, ἀρωγήν τέ καί ἀντίληψιν• ἐκ πάσης θλίψεως, καί ἀσθενειῶν καί κακώσεων, ψυχῆς ὁμοῦ καί σώματος, ἅπαντας ἠμᾶς ἐλευθέρωσον• ἴνα Σέ ὑμνῶμεν δοξάζοντες Χριστόν τόν Σόν Υἱόν, ὄν ἐκδυσώπει Πανύμνητε, σῶσαι τάς ψυχᾶς ἠμῶν.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου•ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Μεγαλομάρτυρα Φανουρίου, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὁ Χορός: Κύριε, ἐλέησον (12 φορές)

Ὁ Ἱερεύς: Ἐλέει, καί οἰκτιρμοῖς, καί φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητός εἰ, σύν τῷ παναγίω καί ἀγαθῶ καί ζωοποιῶ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Χορός : Ἀμήν.

Ὠδή ζ΄. Εἱρμός.
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλώνι π ὀτέ, τ ἤ πίστει τῆς Τριάδος, τήν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλο ντές? Ὁ τῶν Πατέρων ἠμῶν Θ ἐός, εὐλογητός εἰ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τοῖς τυφλοῖς, ἐχαρίσω ὀφθαλμῶν τήν τοῦ βλέπειν, Κόρη ἐνέργειαν, ἀλλά καί ψυχῆς τάς κόρας, ἠμῶν καταφωτίσας καί τοῦ σώματος Ἄχραντε ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεία.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς. .xristianos.gr
Τοῖς κωφοῖς τό ἀκούειν ἐδωρήσω, Μαρία Γοργοϋπήκοε• ἀλλά καί ἠμῶν πάντων, διανοιξον, τά ὦτα τῆς ψυχῆς καί τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεί σεπτά Σου μεγαλεία.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῆς πληγῆς τῆς ἀκρίδος, ὅσπερ πάλαι ἐρρύσω τούς προσφυγόντας Σοί, οὕτως, ἠμᾶς ἐκ ταύτης καί πάσης ἄλλης βλάβης ἀπολύτρωσαι, Δέσποινα, ὅπως ὑμνῶμεν ἀεί σεπτά Σου μεγαλεία.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὡς ἠνώρθωσας πρώην τόν παράλυτον, Κόρη Γοργοϋπήκοε, οὕτως ἠμᾶς κατ’ ἄμφω, θερμή σου προστασία παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεί Σεπτά σου μεγαλεία.

Ὠδή ἡ΄. Εἱρμός.
Τόν Βασιλέα τῶν οὐρανῶν, ὄν ὑμνούσι στρᾶ τιαί τῶν Ἀγγέλων, ὑμνεῖτε, καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰώνας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἀπό παντοίων ἀρρωστημάτων, Παρθένε, ἠμᾶς ρύσαι θερμή Σου προστασία, ὥσπερ τούτων Κόρη, πολλούς ἐρρύσω πάλαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Πηγή θαυμάτων, Γοργοϋπήκοε Κόρη, ἡ Εἰκών σου δέδεικται τῷ κόσμω, ἐξ ἤς οἱ διψῶντες ἀρύονται εἰς κόρον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀπολωλότα Σύ φανεροῖς, Θεοτόκε, καί παρέχεις χαράν τοῖς εὐρούσιν• ὡς πολλή ὑπάρχει Εἰκόνος Σου ἡ χάρις.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τή προσταγή Σου, Γοργοϋπήκοε Κόρη, πειθαρχούσι πάντα τά στοιχεῖα ἐξ ὧν πάντας ρύη τους Σέ προσκαλουμένους.

Ὠδή θ'. Εἱρμός.
Κυρίως Θεοτόκον, σέ ὁμολογοῦμεν, οἱ διά σου σεσωσμένοι, Παρθένε Ἁγνή, σύν Ἀσωμάτων χορείαις, σέ μεγαλύνοντες.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Συνάχθητε προθύμως, πρό τῆς σεπτῆς Εἰκόνος, Δοχειαριτίσσης νοσούντων τά συστήματα, ὁ Ἰατρός γάρ ἐν ταύτη μένει ὁ ἄμισθος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Εἰκών ἡ Ἱερά Σου, ἄλλη ἀνεδείχθη, τοῦ Σιλωάμ κολυμβήθρα, Πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καί σώματος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.xristianos.gr
Μονῆς Δοχειαρίου, ὡς λαμπάς ἐξῆλθε, τῆς Θεοτόκου Εἰκών ἡ πανσέβαστος, καί καταλαμπάνει τούς Ταύτην πιστῶς γεραίροντας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Εἰκόνι τή ἁγία, Γοργοϋπηκόου οἱ ἐν κινδύνοις προσπεύσατε ἅπαντες, καί τῶν θαυμάτων τήν χάριν ἄφθονον λήψεσθε.

Καί εὐθύς, τό
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν? τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Μεγαλυνάρια
Γοργοϋπηκόου τήν θαυμαστήν, καί σεπτήν Εἰκόνα προσκυνήσωμεν ἀδελφοί θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.
Ἔχοντες Εἰκόνα Σου τήν σεπτήν, ἀνύμφετε Κόρη, ὡς προπύργιον ὀχυρόν προσφεύγομεν ταύτη, καιρῶ τῷ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Νῦν καιρός ἀνάγκης ἦλθεν ἠμίν, νῦν παρέστη χρεία, βοηθείας Κόρη τῆς Σῆς, λύτρωσαι οὔν πάσης, ἀνάγκης καί κινδύνου, καί χείρα βοηθείας τάχιστα ὄρεξον.
Ἔχει μέν Παρθένε ὁ Οὐρανός, Σῶμα καί ψυχήν Σου, ἑξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν Σου Μονήν Δοχειαρίου, τήν ἐπικαλουμένην Γοργοϋπήκοον.
Ἄρον σου τά ὄμματα Μαριάμ καί ἴδε εὐσπλάχνως, τούς Εἰκόνι Σου τή σεπτή παρεστώτας Κόρη, καί Σέ παρακαλοῦντας καί πλήρωσον αἰτήσεις τούτων Πανύμνητε.
Ἴδοιμι Παρθένε ψυχορραγῶν, ἐν καιρῶ θανά του, τήν Εἰκόνα Σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς ὀρώσαν, καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.
Τέτρωμαι τῷ πόθω Σου Μαριάμ, φλέγει μέ ὁ ἔρως, καθορᾶν Σου τῆς ἱερᾶς, Εἰκόνος Παρθένε, τό κάλλος καί τήν δόξαν, καί κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν Σέ.
Τί ἀνταποδώσομεν οἱ οἰκτροί δοῦλοι Σου, Παρθένε ἀντί χάριτος τῆς πολλῆς, ἦνπερ ἀνεδείξω, ἠμίν χαρισαμένη εἰκόνα Σου τήν Θείαν πλοῦτον οὐράνιο;

Τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου
Χαίροις Ἰωάννη Ἀπόστολε, φίλε του Δεσπότου καί Τριάδος τό ἥδυσμα? χαίροις τῆς Ἐφέσου τό κλέος καί τῆς Πάτμου, καί πάντων Ὀρθοδόξων τό ἐγκαλλώπισμα.

Τοῦ ἁγίου Γεωργίου
Ἀνάκτων ὑπέρμαχον καί πτωχῶν, πλεόντων σωτήρα, ἀσθενούντων τέ ἰατρόν, αἰχμαλώτων ρύστην, καί ὀρφανῶν προστάτην, κεκτήμεθα σέ πάντες, Μάρτυς Γεώργιε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον. Ἦχος ἅ΄. Τῆς ἐρήμου πολίτης…
Ὡς Θεοβρυτον κρήνην τῶν ἀΰλων χαρίτων σου, τήν θαυματουργόν σου Εἰκόνα Θεοτόκε πλουτήσαντες, ἐκ ταύτης τῶν θαυμάτων τά ροᾶς, ἀντλοῦμεν δαψιλῶς ψς ἐξ Ἐδέμ, σύ γάρ Γοργοϋπήκοε βοηθός πέλεις τῶν ἐκβοώντων σου• Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή, δόξα τή παρθενία σου, δόξα τή πρός ἠμᾶς σου ἀνεκφράστου, πρόνοια Ἄχραντε.

Ἦχος β'
Ἀπόστολε Χριστῷ τῷ Θεῶ ἠγαπηπημένε, ἐπιτάχυνον, ρύσαι λαόν ἀναπολόγητον, δεχεταί σέ προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, Ὄν ἱκέτευε, Θεολόγε, καί ἐπίμονον νέφος ἐθνῶν διασκεδᾶσαι, αἰτούμενος ἠμίν εἰρήνην, καί τό μέγα ἔλεος.

Ἦχος δ'
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καί τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

ΕΚΤΕΝΗ.
Ὁ Ἱερεύς : Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Κύριε, ἐλέησον (3 φορές)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἠμῶν (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον (3 φορές)
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή πόλη ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον (3 φορές)
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τήν πόλιν ταύτην, καί πάσαν πόλιν καί χώραν ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καί αἰφνιδίου θανάτου, ὑπέρ τοῦ ἴλεων, εὐμενῆ καί εὐδιάλακτον, γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἠμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδᾶσαι πάσαν ὀργήν καί νόσον, τήν καθ’ ἠμῶν κινουμένην, καί ρύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἠμᾶς.
Κύριε, ἐλέησον. (3 φορές)
Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἠμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἠμᾶς.
Κύριε, ἐλέησον. (3 φορές)
Ἐπάκουσον ἠμῶν, ὁ Θεός, ὁ Σωτήρ ἠμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γής καί τῶν ἐν θαλάσση μακράν? καί ἴλεως, ἴλεως γενού ἠμίν, Δέσποτα ἐπί ταῖς ἁμαρτίαις ἠμῶν, καί ἐλέησον ἠμᾶς.
Κύριε, ἐλέησον. (3 φορές)
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον. (τρίς)
Πάτερ ἅγιε, εὐλόγησον.
Δόξα σοί ὁ Θεός, ἡ ἐλπίς ἠμῶν, Κύριε, δόξα Σοί.
Χριστός ὁ ἀληθινός Θεός ἠμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων
ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἰκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων, τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τῆς ἡμέρας) καί πάντων τῶν
Ἁγίων, ἐλεῆσαι καί σῶσαι ἠμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.

Ἦχος β'. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντας τούς τήν θείαν καί σεπτήν, σού ἀσπαζομένους Εἰκόνα, Γοργοϋπήκοε, νόσων ἐλευθέρωσον, ψυχῆς καί σώματος, ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ, Κόρη, ἀκρίδος, χαλάζης τέ, κάμπης καί πάσης πληγῆς? ἴνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, σού τό θεῖο ὄνομα δοξάζωμεν.

Ὅμοιον
Πάντες προσκυνοῦμεν σέ πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, Ἄχραντε Πανάμωμε Γοργοϋπήκοε, ρύσαι πάντας τῶν θλίψεων, τή σῆ μεσιτεία, δυσωπεῖ σέ Δέσποινα ὁ λαός σου, μετά τῶν ἁγίων ἁπάντων, οἴκτειρον ἠμᾶς σῶ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
Άπλωσε τα χέρια σου όχι προς τον ουρανό, αλλά προς τα χέρια των φτωχών. Όταν απλώνεις τα χέρια σου στα χέρια των φτωχών, αγγίζεις την κορυφή του ουρανού.
(Άγιος Γρηγόριος ο Θεολόγος)
Άβαταρ μέλους
ΦΩΤΕΙΝΗ
 
Δημοσιεύσεις: 1299
Εγγραφή: Παρ Νοέμ 29, 2013 10:01 am
Τοποθεσία: Εύοσμος Θεσσαλονίκης

Re: Παράκληση στην Παναγία την Γοργοϋπήκοο

Δημοσίευσηαπό Anastasios68 » Σάβ Ιαν 18, 2014 6:09 pm

Πέρσι (2013) είχαμε την ευλογία μερικοί από τους συμμετέχοντες στο προσκύνημα του Φεβρουαρίου στο Άγιο Όρος να προσκυνήσουμε τη θαυματουργή εικόνα της Παναγίας Γοργοϋπηκόου που βρίσκεται στην Ιερά Μονή Δοχειαρίου.
«ὃς δ' ἂν εἲπῃ τῷ ἀδελφῷ αὐτοῦ, ῥακά, ἒνοχος ἒσται τῷ συνεδρίῳ»
Κατά Ματθαῖον, Κεφ. 5, 22
Άβαταρ μέλους
Anastasios68
Διαχειριστής
 
Δημοσιεύσεις: 886
Εγγραφή: Πέμ Ιούλ 26, 2012 10:31 am
Τοποθεσία: Πεύκη


Επιστροφή στο Παρακλητικοί Κανόνες - Entreaties

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση : Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης

cron