Παρακλητικός κανών Αγίου Εφραίμ Νέας Μάκρης

Παρακλητικοί Κανόνες στον Κύριο, την Παναγία και τους Αγίους. Κείμενα και ηχογραφήσεις.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
Φωτεινή
Δημοσιεύσεις: 2060
Εγγραφή: Παρ Νοέμ 29, 2013 9:01 am
Τοποθεσία: Θεσσαλονίκη

Παρακλητικός κανών Αγίου Εφραίμ Νέας Μάκρης

Δημοσίευσηαπό Φωτεινή » Παρ Απρ 25, 2014 4:10 pm

Ἱερεὺς
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σέ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγώ δοῦλός Σού εἰμι.
Λαὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Λαὸς καὶ εὐθὺς τὰ ἑπόμενα
Εὐαρεστήσας τῷ Θεῷ ἀθλοφόρε καί δι ἀσκήσεως λευκάνας Σου τόν χιτῶνα καί χάριν ἐνδυσάμενος τοῦ Ἁγίου Πνεύματος Πάτερ προθύμως εἰσεχώρησας μαρτυρίου ἀγῶνας καί ὡς Ἁγνή περιστερά ἔνθα τά σκηνῶματα κατεπαύθης Ἁγίων, ἔνθα ἀναμέλπουσι τόν Τρισάγιο Ὕμνον. Διό Ἐφραίμ θαυματουργέ, μή διαλείπης πρεσβεύων πρός Κύριον .
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.: τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν....
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλείν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.



Ψαλμός Ν. 50
Ἐλέησον με, ὁ Θεός, κατά τό μέγα ἔλεος σου, καί κατά τό πλῆθος τῶν οἱκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλύνον με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον με. Ὅτι τήν ἀνομίαν μου ἐγῶ γιγνώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἒστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα• ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας• τά ἀδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι. Ραντιείς με ὑσσώπῳ καί καθαρισθήσομαι• πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἀμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης με ἀπό τοῦ προσώπου σου καί τό πνεῦμα σου τό Ἅγιον μή ἀντανέλῃς ἀπἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδοῦς Σου, καί ἀσεβείς ἐπί Σέ ἐπιστρέψουσι. Ρῦσαι με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεί τήν αἰνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὔκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὔκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὠδή α. Ἦχος πλ. δ ὁ εἰρμός
Ὑγράν διοδεύσας, ὡσεί ξηράν, καί τήν Αἰγυπτίαν μοχθηρίαν διαφυγῶν, ὁ Ἰσραηλίτης ἀνεβόα• Τῷ λυτρωτῇ και Θεῷ ἡμῶν ἄσωμεν.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Πολλοῖς συνεχόμενος συμφοραῖς ἀσθενείαις πικραῖς καί τυραννικαῖς, πίστει προσέρχομαι τῇ σορῷ σου, ἴασαι με Ἅγιε τῇ μεσιτείᾳ σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἐδόθει Σοι χάρις παρά Θεοῦ, θεραπεύειν τάς νόσους τῶν ποικίλων ἀσθενειῶν, ἔγειρόν κείμενον χαλεπῆς, ἀσθενείας, ὅπως δοξάζω Σε, Ἅγιε Ἐφραίμ, τόν Σωτῆρα μου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Βυθῷ ἁμαρτίας περιπεσῶν, ἐξ ἐχθρῶν ἀοράτων καί ὁρατῶν, ἴασιν παράσχου μοι τῷ σῷ ἱκέτη, μετά δακρύων βοᾷ Σοι ὁ δοῦλος σου.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Δέσποινα Παρθένε Μήτηρ Θεοῦ, μή παύσης πρεσβεύειν ὑπέρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὡς ἔνδοξος Μητέρα τοῦ Ὑψίστου, ἵνα ἐλεήσῃ με καί σῶση με ἐκ τῶν πολυχρονίων μου νόσων Πανάμωμε.

Ὠδή γ.
Οὐρανίας ἁψῖδος, ὀροφουργέ Κύριε καί τῆς Ἐκκλησίας δομῆτορ, Σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τό στήριγμα, μόνε Φιλάνθρωπε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἀπορήσας εἰς τέλος ὁδυνηρῶς κράζω Σοι, πρόφθασον Ἐφραίμ τῶν βοώντων Σοι καί τήν Ἁγίαν Σου χεῖρα ἔκτεινον, ἔγειρόν με τῆς κλίνης καί τήν ὑγείαν παράσχου μοι τῷ δούλῳ σου Ἅγιε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἁμαρτιῶν μου τῷ βάρει νυνί συνέχομαι καί τῷ πελάγει τῶν θλίψεων ὅλων ἐκτίων με, πρόφθασον θερμῆ σου ἱκεσία καί τόν πολέμιον νῦν ἐξολόθρευσον καί εἰς τέλος ἐξαφάνισον Ὅσιε, Πατήρ ἡμῶν Ἐφραίμ Ἱερῶτατε καί γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἰάσεων πηγή ὑπάρχεις ἀνεξάντλητος Ἐφραίμ Ἱερουργέ τῶν Ἀγγέλων Ἰσάγγελε, ὅθεν ὑμνοῦμεν Σου τούς ἀγῶνας καί τά θεῖα μαρτύρια, ἅ ὑπέστης διά Χριστόν τόν Νυμφίον, Ὅν ἀπαύστως ἱκέτευε Ὅσιε, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Χαλεπαῖς ἀρρωστείαις νῦν περιπέπτωκα Ὑπεραγία Παρθένε Σύ μοί βοήθησον τήν ἐλπίδα μου εἰς Σέ ἀνατέθηκα, ὁ ταπεινός, μή μέ παρίδης Ἀγαθή Δέσποινα, σῶσον με Ἁγνή τῷ Υἱῷ Σου, ὅπως ρυσθήσομαι τῆς κολάσεως.

Διάσωσον ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε ὅτι πάντες μετά Θεόν εἰς Σέ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἲασαι τῆς ψυχῆς μου τό ἄλγος.

Εἶτα μνημονεύει ὁ Ἱερεύς δι οὕς ἡ παράκλησης γίνεται καί ἡμείς ψάλλομεν :
Κύριε ἡμῶν Ἰησοῦ Χριστέ Υἱέ Θεοῦ ἐλέησόν με τόν ἁμαρτωλόν. (12κις)
ΚΑΘΙΣΜΑ Ἦχος β
Ἰάσεων πηγή ὑπάρχεις ἀνεξάντλητος Ἐφραίμ Ἱερουργέ τῶν Ἀγγέλων Ἰσάγγελε, ὅθεν ὑμνοῦμεν Σου τούς ἀγῶνας καί τά θεῖα μαρτύρια, ἅ ὑπέστης διά Χριστόν τόν Νυμφίον, Ὅν ἀπαύστως ἱκέτευε Ὅσιε, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Δόξα Πατρί καί νῦν...
Πρεσβεία θερμή καί τείχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν Σοι• Θεοτόκε Δέσποινα, πρόφθασον, καί ἐκ κινδύνων λύτρωσε ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδή δ. Ὁ ἐἰρμός
Εἰσακήκοα Κύριε τῆς Οἰκονομίας σου τό μυστήριο, κατανόησα τά ἔργα σου καί δόξασα σου τήν Θεότητα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Τῆς ψυχῆς μου τό ἂστατο Σύ Κυβερνήτης γενοῦ μοι ἀοίδιμε, Σύ κατεύνασον τόν τάραχο καί γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Σέ ἐπικαλούμαι Ἅγιε Ἐφραίμ Ἱερωτάτε, Σύ γενοῦ μοι βοηθός τῆς ταλαιπώρουμου ψυχῆς,Σέ ἐπικαλούμαι ἐν νυκτί καί ἐν ἡμέρᾳ πρόφθασον Ἅγιε Ἐφραίμ καί σῶσον τόν δοῦλον σου τῆς παρούσης ἀνάγκης.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Θεοτόκε Παρθένε μή παρίδης ἡμᾶς τούς ἀθλίως κινδυνεύοντας, λύτρωσαι ἡμᾶς ἀπό πάσης ἁμαρτίας καί πάσης ἀσθενείας πικρᾶς.

Ὠδή ἐ
Φῶτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καί τῷ βραχίονί σου τῷ ὑψηλῷ, τήν Σήν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἐλέησον Ἅγιε τοῦ Θεοῦ. Ἐφραίμ θαυματουργέ Ἱερωτάτε καί ὁδήγησον ἡμᾶς ἐπί λιμένα θελήματος τοῦ Ὑψίστου ὅπως ψάλλομεν : Ἀλληλούϊα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Στήριξον ἡμᾶς ἐπί πέτραν τῆς πίστεως δι ἥν ἤθλησας Μακάριε καί τῷ αἵματί σου τῷ Ἁγίῳ ἐστήριξας τήν Ἐκκλησίαν τοῦ Χριστοῦ καί τάς σαλευομένας καρδίας ἡμῶν Ἅγιε Ἐφραίμ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Μή παρίδης ἡμῶν τάς δεήσεις Ἅγιε τοῦ Θεοῦ, Θεράπων, Ἱερουργέ Ἐφραίμ Ἱερώτατε, γνήσιε φίλε τοῦ Χριστοῦ. Σοῦ δεόμεθα καί Σέ παρακαλοῦμε μή παύσης πρεσβεύων ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Χαῖρε Θεοτόκε Δέσποινα ἡ Πάντων Χαρά, ἡ ἐλπίς ἡ ἀκαταίσχυντος, Χαῖρε Μαρία Ἄχραντε τῶν ἐπικαλουμένων ἡ βοήθεια, Χαῖρε τῶν ψυχῶν ἡμῶν ἡ Θεία παράκλησις.

Ὠδή στ
Τήν δέησιν ἐκχεῶ πρός Κύριον, καί αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καί ἡ ζωή μου τῷ ἅδῃ προσήγγισε• καί δέομαι ὡς Ἰωνάς. ἐκ φθοράς ὁ Θεός μέ ἀνάγαγε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Τήν δέησή μου δέξαι τήν πενιχράν καί τά δάκρυά μου Ἅγιε μή παραβλέψης, ὅτι ἡ ἀσθένεια τῆς ψυχῆς καί τοῦ σώματος ἔως ἂδου κατεβίβασαν τήν ζωήν μου, ἀλλ ὡς συμπαθής τε ἰατρός καί ἐλεήμων, ἲασιν παράσχου τῷ ἱκέτῃ Σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Παρρησίαν μεγίστην πρός τόν Δεσπότην πλουτείς Ἱερώτατε αἲτησαι εἰρήνην τῷ κόσμῳ καί τήν ὑγείαν παράσχου τοῖς δούλοις σου Ἅγιε, ἔγειρόν με τῆς κλίνης ἵνα Σέ κατά χρέος ὑμνῶ τόν Σωτήρα μου.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Διάσωσον ἀπό παντοίων νόσων τούς δούλους σου Ἅγιε Ἐφραίμ Ἱερώτατε, ὅτι πολλήν τήν παρρησίαν πλουτείς, διό μή παρίδης ἡμᾶς κινδύνων Ἱερωτάτε.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἲασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται, μετά τήν ἐκφώνησιν

ΚΟΝΤΑΚΙΟΝ Ἦχος β
Προστάτης θερμός τῶν ἐπικαλουμένων σε, ὑπάρχεις Ἐφραίμ Ὁσίων ἐγκαλλώπισμα, μή παρίδης τάς δεήσεις τῶν δούλων σου, ἀλλά πρόφθασον ὡς συμπαθής εἰς τήν βοήθεια ἡμῶν τῶν ἐν χαλεπαίς ἀσθενείαις κατακειμένων, ἵνα πόθῳ βοῶμεν ὁ Θεός ἡμῶν δόξα Σοι.

Εἶτα τό Α Ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ Ἤχου δ
Ἐκ νεότητός μου πολλά πολεμεῖ με πάθη, ἀλλ αὐτός ἀντιλαβοῦ καί σῶσον Σωτήρ μου .(δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχυνθῆτε ἀπό τοῦ Κυρίου• ὡς χόρτος γάρ πυρί, ἔσεσθε ἀπεξηραμμένοι.(δίς).
Δόξα Πατρί
Ἁγίῳ Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει ὑψούται λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι, Ἱεροκρυφίως.
Καί νῦν
Ἁγίῳ Πνεύματι ἀναβλύζει, τά τῆς χάριτος ρείθρα, ἀρδεύοντα, ἃπασαν τήν κτίσιν, πρός ζωογονίαν.
Καί εὐθύς τό προκείμενον
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί πρόσεσχε μοι. (δίς).
Στιχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί πρόσεσχε μοι.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησούς τούς δώδεκα μαθητάς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων ὧστε αὐτά ἐκβάλλειν καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησούς παραγγείλας αὐτοῖς λέγων. εἰς οδόν ἐθνῶν μή ἀπέλθητε καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε, πορεύεσθε δέ μάλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε λέγοντες ὅτι ἣγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε, δωρεᾴν δότε.

Δόξα Πατρί
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις ἐλεήμων ἐξάλειφον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεήμων ἐξάλειφον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἐλεήμων ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλήθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.

Μή ἀποστερήσης με τόν πλανηθέντα ἀπάτη τοῦ δολίου δράκοντος τοῦ ποτέ ἐξώσαντος τούς προπάτορας, θλίψεις μέε ἐκύκλωσαν καί χαλεπαῖς ἀσθένιαι καί οὐκ ἔχω πλήν Σοῦ ἂλλην καταφυγήν καί βοήθειαν καί παραμυθίαν ὁ ἂθλιος πρός Σέ καταφεύγω τόν μέγα τῆς ψυχῆς μου Ἰατρόν, Ἐφραίμ Ὁσίων τό καύχημα, μή ἐγκαταλείπης με.

Οὐδείς προστρέχων ἐπί Σέ κατησχυμμένος ἀπό Σοῦ ἐκπορεύεται ἐάν μή λάβη τήν θεραπείαν, διά τοῦτο ἐν πίστει θερμῇ βοά ὁ δοῦλος Σου ἐλέησόν με.

Μετανοῶ καί βοῶ ἐκ βάθους μου τῆς καρδίας ἣμαρτον, ἐλέησόν με Ἃγιέ μου Ἐφραίμ τόν ἀνάξιον ἱκέτην σου, καί παράσχου μοι τήν ἴασιν τῆς ψυχῆς καί τοῦ σώματος.

Ὁ Ἱερεύς
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου, ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοίς ὓψωσον κέρας χριστιανῶν Ὁρθοδόξων καί κατάπεμψον ἡμῖν πλούσια τά ἐλέη σου, πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν Τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, Ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καί Οἰκομενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Νικολάου Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ Θαυματουργοῦ. Τῶν Ἁγίων ἐνδόξων καί Καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν, τῆς Αγίας ἐνδόξου καί Αθληφόρου Ὁσιοπαρθενομάρτυρος Παρασκευῆς, τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἐφραίμ τοῦ Θαυματουργοῦ, τῶν Ἁγίων Μεγαλομαρτύρων Δημητρίου τοῦ Μυροβλήτου καί Γεωργίου τοῦ Τροπαιοφόρου, τοῦ Ἁγίου Ιωάννου τοῦ Ρώσου τοῦ νέου Ὁμολογητοῦ, τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἂννης, τοῦ Ἁγίου (τῆς ἡμέρας) καί πάντων τῶν Ἁγίων.Ἱκετεύομεν Σε, μόνε Πολυέλεε Κύριε• ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησόν . (12κις)

Ὠδή ζ, Ὁ εἰρμός
Οἱ ἐκ Ἰουδαίας καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τήν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες. ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Σύ περιπολεύων ἐν παρρησία, πολλῇ, παρά τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος, μέμνησο ὑπέρ εἰρήνης τοῦ κόσμου καί σωτηρίας ἡμῶν τῶν ἁμαρτωλῶν καί τήν Ὁρθόδοξον ἡμῶν πίστιν κράττεινον, ὃπως ψάλλομεν ἀπαύστως ὁ Θεός ἡμῶν Δόξα Σοι.

Οἱ ἐκ τῶν ποικίλων, ἁμαρτιῶν καταντήσαντες πτῶμα ἐλεεινόν καί πανάθλιον καί οὐκ ἰσχύομεν ἀτένισαι πρός Σέ, Ἅγιε τοῦ Θεοῦ Ἐφραίμ Μακάριε. Αλλ ἐξανάστησον ἡμᾶς ἐκ τῆς ἀρρωστίας ημῶν, όπως ψάλλομεν. ὁ Θεός ἡμῶν Δόξα Σοι.

Οἱ ἀνάξιοι δούλοι σου, Ἅγιε Ἐφραίμ Σοῦ δεόμεθα, μή ἀπορρίψης τάς δεήσεις ἡμῶν τῶν ἐν νυκτί καί ἐν ἡμέρᾳ βοώντων πρός Σέ. Ἀλλ εἰσάκουσον ἡμῶν φόβῳ καί πόθῳ ἐν κατανύξει βοώντων. Τήν Ὁρθόδοξον ἡμῶν πίστιν κραταίωσον, ἧν καί ἤθλησας μέχρις αἵματος Ἅγιε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Κεχαριτωμένη Κυρία Θεοτόκε, ἡ χαρά τῶν Ἀγγέλων καί τῶν Ἁγίων πάντων ἡ τρυφή καί ἡμῶν τῶν ἁμαρτωλῶν τό προσφύγιον καί ἡ ἐλπίς, Σοῦ δεόμεθα Ὑπεραγία μου Πανάμωμε μετά τοῦ Ὁσίου μου Πατρός Ἐφραίμ τοῦ Ἱερομάρτυρος, πρεσβεύσατε ὑπέρ εἰρήνης τοῦ κόσμου καί ἐκκλησίας τήν ὁμόνοιαν.

Ὠδή η,Ὁ εἰρμός
Τόν Βασιλέα τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαί τῶν Ἀγγέλων ὑμνείτε καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

Τόν ἀριστέα τῆς πίστεως ἐν ὠδαῖς καί ὕμνοις μεγαλύνομεν πιστοί, ὃτι κατήργησε τάς ἐπινοίας τῶν παρανόμων. Διό ψάλλομεν, εὐλογητός ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Τόν ἐν οὐρανίοις σκηνώμασι μετ Ἀγγέλων αὐλιζόμενος, ἐν ὠδαῖς καί ὕμνοις, μεγαλύνομεν Ἐφραίμ. Τόν γενναίον τοῦ Χριστοῦ ὁπλίτην καί ἀθλητήν, τόν ἀπαύστως πρεσβεύοντα, τοῦ σωθήναι τάς ψυχάς ἡμῶν.

Συνάχθητε πάντων τῶν μαρτύρων καί ἀσκητῶν ὁ σύλλογος, μετά τοῦ Ἱερομάρτυρος Ἐφραίμ τοῦ Θεόφρονος. Καί ὡς παριστάμενοι τῇ Ἁγία Τριάδι, ἀπαύστως πρεσβεύσατε ὑπέρ ειρήνης τοῦ κόσμου καί ἐκκλησίας τήν κραταίωσιν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Τήν Βασίλισσαν τῶν οὐρανῶν ἀνυμνοῦσιν, οἱ χοροί τῶν Ἀγγέλων ἀπαύστως, μετά τῶν Ὁσίων, τά τάγματα δοξάζουσι, ὧν σύν αὐτοῖς, Ὑπεραγία Θεοτόκε μου, ἱκέτευε μετά Ἐφραίμ τοῦ Ἱερομάρτυρος, τήν Ὁρθόδοξον πίστιν κρατύνεσθαι καί σῶσον τάς ψυχάς ἡμῶν.

Ὠδή θ. Ὁ εἰρμός
Κυρίως Θεοτόκον, Σέ ομολογοῦμεν οἱ διά Σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σύν ἀσωμάτοις χορείαις Σέ μεγαλύνομεν.

Θεόφρον Θεοφόρε, Σέ ἀνυμνολογοῦμεν οἱ διά Σοῦ σεσωσμένοι ἐκ τῶν ποικίλων ἀσθενειῶν, ὃθεν Σέ πόθῳ, Ἐφραίμ μακαρίζομεν.

Αἱνοῦμεν, εὐλογοῦμεν, τόν Κύριον τῆς δόξης, τόν δοξάσαντα Πάτερ Ἐφραίμ τήν μνήμην σου, σύ γάρ ὑπάρχεις μαρτύρων ἡ δόξα καί τῶν μοναστῶν τό ἐγκαλλώπισμα.

Καί γόνυ κλίνω, Πάτερ Ἐφραίμ, βοήθησόν με, μετά δακρύων βοά σοι ὁ δοῦλος σου. Δέξου μικράν ὑμνωδίαν καί σῶσον με Ἃγιε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Δεσπότην τετοκυΐα, τόν Κύριον τῆς δόξης, Σέ ἀνυμνοῦμεν Ὑπέραγνε Δέσποινα, τῶν Ὁρθοδόξων ὑπάρχεις Μητέρα καί καύχημα.

Ἂξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν Ἀειμακάριστον καί Παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν Τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν ὃντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τῆς Μονής μας θείος φρουρός καί τῶν Μοναζόντων στυλοβάτης ὁ φαεινός.
Χαίροις τῶν λειψάνων ἡ θεία μυροθήκη, δι ὧν καί τάς ἰάσεις Ἐφραίμ λαμβάνομεν.
Χαίροις ἀσθενούντων ὁ Ἰατρός.
Χαίροις τῶν θαυμάτων ὁ ἀείρροος ποταμός.
Χαίροις τῆς ψυχῆς μου τό καύχημα τό μέγα, Ἐφραίμ Θαυματοφόρε, σκέπε τήν ποίμνην σου.

Ἐφραίμ τῶν Ἀγγέλων ἡ χαρμονή, πάντων τῶν Ἁγίων, ἡ χαρά καί ἡ καλλονή, ἱκετεύομεν Σε, περίζωσε μονήν σου, εἰς ἧν ἤσκησας πόθῳ καί σεπτοῦ μαρτυρίου τετύχηκας.

Ὑψώθης εἰς δένδρον ὡς εἰς σταυρόν, μιμούμενος τόν Θεόν σου, τόν Δεσπότην καί Λυτρωτήν, δι οὗ ὑπέστης Μάκαρ, κατάφλεξιν γαστρός σου, συντρίβων τήν γαστέρα τοῦ ἀρχαίκακου ἐχθροῦ.

Τόν Ἱερομάρτυρα τοῦ Χριστοῦ, ἀσκητῶν τό κλέος καί μαρτύρων τήν καλλονήν, ἱκετεύομέν Σε Ἐφραίμ Θαυματοφόρε, ἐλέησόν με τάχος ταῖς ἱκεσίαις Σου.

Εἰκόναν Σου θείαν πανευλαβῶς, ἀσπαζόμεθα πόθῳ, οἱ ἐν κινδύνοις καί πειρασμοῖς, ἧν ἒσωσας Μάκαρ ὀλέθρου πυρός παμφάγου, δεικνύων ἂλλο θαύμα Ἐφραίμ τοῖς θαύμασι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἃγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθήναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἱερεὺς.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοί τήν ἱκεσίαν ὡς Δεσπότη οί ἁμαρτωλοί προσφέρομεν. ἐλέησον ἡμᾶς.

Δόξα Πατρί
Κύριε ἐλέησον ἡμᾶς ἐπί Σοί γάρ πεποίθαμεν, μή ὀργισθής ἡμῖν σφόδρα μηδέ μνησθής τῶν ἀνομιῶν ἡμῶν, ἀλλ ἐπίβλεψον καί νῦν ὡς εὐσπλαγχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ ὁ Θεός καί ἡμείς λαός σου, πάντες ἒργα χειρῶν σου καί τό Ὂνομά σου ἐπικεκλήμεθα.

Καί νῦν
Τῆς εὐσπλαγχνίας τήν Πύλην ἂνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε εἰς Σέ γάρ ἐλπίζοντες εἰς Σέ βοῶμεν. Χαίρε Κεχαριτωμένη ὁ Κύριος μετά Σοῦ .

Ἦχος β Ὅτε ἐκ τοῦ ξύλου
Χαίροις τῶν νοσούντων Ἰατρός, χαίροις βακτηρία καί τείχος τῶν ἐν ἀνάγκαις πικραῖς, ἀσθενείαις καί θλίψεσι καί στενοχώριαις, Πάτερ Σοί καταφεύγοντας ἐκ κατωδύνου ψυχῆς, μή μέ ἀπορρίψεις εἰς τέλος, ὅτι Σύ μοῦ πέλης προστάτης, Ὅσιε Ἐφραίμ καθικετεύω Σε.

Σῶσον τούς ἐλπίζοντας εἰς Σέ, Ὅσιε Ἐφραίμ τούς Σοῦς δούλους, χαρά καί σκέπη ἡμῶν, μή παρίδης δεόμεθα τῶν πίστει καί πόθῳ. Πάτερ, καταφεύγοντας τῇ εὐσπλαχνία Σου, ρῦσαι συμφορῶν ἐναντίων, πάντας τούς προστρέχοντας τῇ σωρῷ Σου, καί ἀσπαζομένους Σου τά λείψανα.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδαν μου εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ φύλαξον ἡμᾶς, ὑπό τήν Σκέπην Σου.

Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.


Μη φοβάσαι, μόνο πίστευε.
Μάρκος ε' 36

Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 2 και 0 επισκέπτες

cron