ΠΡΟΣΕΥΧΕΣ.

Προσευχές για κάθε ώρα και περίσταση από τους Πατέρες τις Εκκλησίας μας και από σύγχρονους Πατέρες και Αγίους.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Κυρ Δεκ 28, 2014 11:38 am

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Δευτ Δεκ 29, 2014 10:03 pm

Ακάθιστος Υμνος ή Χαιρετισμοί της Παναγίας
"Οι Χαιρετισμοί της Παναγίας"



Απολυτίκιον

Το προσταχθέν μυστικώς λαβών έν γνώσει,
εν τή σκηνή του Ιωσήφ σπουδή επέστη,
ο ασώματος λέγων τή Απειρογάμω.
Ο κλίνας τή καταβάσει τους ουρανούς,
χωρείται αναλλοιώτως όλος εν σοι•
ον καί βλέπων εν μήτρα σου,
λαβόντα δούλου μορφήν,
εξίσταμαι κραυγάζειν σοι•
Χαίρε Νύμφη ανύμφευτε.

Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη,
ειπείν τή Θεοτόκω το Χαίρε• (εκ γ')
καί συν τή ασωμάτω φωνή, σωματούμενόν σε
θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων
πρός αυτήν τοιαύτα•
χαίρε δι ης η χαρά εκλάμψει
χαίρε δι' ης η αρά εκλείψει
χαίρε του πεσόντος Αδάμ η ανάκλησις
χαίρε των δακρύων της Εύας η λύτρωσις
χαίρε ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς
χαίρε βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς
χαίρε ότι υπάρχεις Βασιλέως καθέδρα
χαίρε ότι βαστάζεις τόν βαστάζοντα πάντα
χαίρε γαστήρ ενθέου σαρκώσεως
χαίρε δι' ης νεουργήται η κτίσις
χαίρε δι' ής βρεφουργείται ο Κτίστης
Χαίρε Νύμφη ανύμφευτε.

Βλέπουσα η Αγία, εαυτήν εν αγνεία,
φησί τω Γραβριήλ θαρσαλέως•
το παράδοξόν σου της φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται•
ασπόρου γαρ συλλήψεως, τήν κύησιν πώς λέγεις κράζειν•
Αλληλούϊα.

Γνώσιν άγνωστον γνώναι, η Παρθένος ζητούσα,
εβόησε πρός τόν λειτουργούντα•
εκ λαγόνων αγνών,
Υιόν πώς εστι τεχθήναι δυνατόν; λέξον μοι•
πρός ην εκείνος έφησεν εν φόβω, πλην κραυγάζων ούτω•
χαίρε βουλής απορρήτου μύστις
χαίρε σιγής δεομένων πίστις
χαίρε των θαυμάτων Χριστού το προοίμιον
χαίρε των δογμάτων αυτού το κεφάλαιον
χαίρε κλίμαξ επουράνιε δι' ής κατέβει κατέβη ο Θεός
χαίρε γέφυρα μετάγουσα τους εκ γης πρός ουρανόν
χαίρε το των Αγγέλων πολυθρύλητον θαύμα
χαίρε το των δαιμόνων πολυθρήνητων τραύμα
χαίρε το φώς μηδένα διδάξασα
χαίρε σοφών υπερβαίνουσα γνώσιν
χαίρε πιστών καταυγάζουσα φρένας
Χαίρε Νύμφη ανύμφευτε.

Δύναμις του Υψίστου, επεσκίασε τότε,
πρός σύλληψιν τή Απειρογάμω•
καί τήν εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι,
τοις θέλουσι θερίζειν σωτηρίαν, εν τω ψάλλειν ούτως•
Αλληλούϊα.

Έχουσα θεοδόχον η Παρθένος τήν μήτραν,
ανέδραμε πρός τήν Ελισάβετ,
το δε βρέφος εκείνης ευθύς, επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε!
Καί άλμασιν ως άσμασιν, εβόα πρός τήν Θεοτόκον.•
χαίρε βλαστού αμαράντου κτήμα
χαίρε γεωργόν γεωργούσα Φιλάνθρωπον
χαίρε φυτουργόν της ζωής ημών φύουσα
χαίρε άρουρα βλαστάνουσα ευφορίαν οιοκτιρμών
χαίρε τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών
χαίρε ότι λειμώνα της τρυφής αναθάλλεις
χαίρε ότι λιμένα των ψυχών ετοιμάζεις
χαίρε δεκτόν πρεσβείας θυμίαμα
χαίρε παντός του κόσμου εξίλασμα
χαίρε Θεού πρός θνητούς ευδοκία
χαίρε θνητών προς Θεόν παρρησία
Χαίρε Νύμφη ανύμφευτε.

Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων,
ο σώφρων Ιωσήφ εταράχθη, πρός τήν άγαμόν σε θεωρών,
καί κλεψίγαμον υπονοών άμεμπτε•
μαθών σε σου τήν σύλληψιν εκ Πνεύματος Αγίου έφη•
Αλληλούϊα.

Ήκουσαν οι Ποιμένες, των Αγγέλων υμνούντων,
τήν ένσαρκον Χριστού παρουσίαν•
καί δραμόντες ως πρός ποιμένα,
θεωρούσι τούτον ως αμνός άμωμον,
εν τη γαστρί Μαρίας βοσκηθέντα,
ην υμνούντες είπον•
χαίρε αμνού καί Ποιμένος Μήτηρ
χαίρε αυλή λογικών προβάτων
χαίρε αοράτων εχθρών αμυντήριον
χαίρε Παραδείσου θυρών ανοικτήριον
χαίρε ότι τα ουράνια συναγάλλεται τή γη
χαίρε ότι τα επίγεια συγχορεύει ουρανοίς
χαίρε των Αποστόλων το ασίγητον στόμα
χαίρε των Αθλοφόρων το ανίκητον θάρσος
χαίρε στερρόν της πίστεως έρισμα
χαίρε λαμπρόν της χάριτος γνώρισμα
χαίρε δι ης εγυμνώθη ο ʼδης
χαίρε δι ης ενεδύθημεν δόξαν
Χαίρε Νύμφη ανύμφευτε.

Θεοδρόμον αστέρα, θεωρήσαντες Μάγοι,
τή τούτου ηκολούθησαν αίγλη•
καί ως λύχνον κρατούντες αυτόν,
δι' αυτού ηρεύνων κραταιόν άνακτα•
καί φθάσαντες τόν άφθαστον, εχάρησαν αυτώ βοώντες•
Αλληλούϊα.

Ίδον παίδες Χαλδαίων, εν χερσί της παρθένου,
]τόν πλάσαντα χειρί τους ανθρώπους•
καί δεσπότην νοούντες αυτόν, ει καί δούλου έλαβε μορφήν,
έσπευσαν τοις δώροις θεραπεύσαι, καί βοήσαι τή ευλογημένη•
χαίρε αστέρος αδύτου μήτηρ
χαίρε αυγή μυστικής ημέρας
χαίρε της απάτης τήν κάμινον σβέσασα
χαίρε της Τριάδος τους μύστας φωτίζουσα
χαίρε τύρρανον απάνθρωπον εκβαλούσα της αρχής
χαίρε Κύριον Φιλάνθρωπον επιδείξασα Χριστόν
χαίρε η της βαρβάρου λυτρουμένη θρησκείας
χαίρε η του βορβόρου ρυομένη των έργων
χαίρε πυρός προσκύνησιν παύσασα
χαίρε φλογός παθών απαλλάττουσα
χαίρε πιστών οδηγέ σωφροσύνης
χαίρε πασών γενεών ευφροσύνη
Χαίρε Νύμφη ανύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οι Μάγοι,
υπέστρεψαν εις τήν Βαβυλώνα•
εκτελέσαντές σου τόν χρησμός,
καί κυρήξαντές σε τόν Χριστόν άπασιν,
αφέντες τόν Ηρώδην ως ληρώδη, μή ειδότα ψάλλειν•
Αλληλούϊα.

Λάμψας εν τή Αιγύπτω, φωτισμόν αληθείας,
εδίωξας του ψεύδους το σκότος•
τα γαρ είδωλα ταύτης Σωτήρ, μή ενέγκαντά σου τήν ισχύν πέπτωκεν,
οι τούτων δε ρυσθέντες, εβόων πρός τήν Θεοτόκον
χαίρε άνόρθωσις των ανθρώπων
χαίρε κατάπτωσις των δαιμόνων
χαίρε της απάτης τήν πλάνην πατήσασα
χαίρε των ειδώλων τόν δόλον ελέγξασα
χαίρε θάλασσα ποντίσασα Φαραώ τόν νοητόν
χαίρε πέτρα η ποτίσασα τους διψώντας τήν ζώην
χαίρε σκέπη του κόσμου πλατυρέρα νεφέλης
χαίρε τροφή του Μάννα διάδοχε
χαίρε τρυφής αγίας διάκονε
χαίρε η γή της επαγγελίας
χαίρε εξ ης ρέει μέλι καί γάλα
Χαίρε Νύμφη ανύμφευτε.

Μέλλοντος Συμεώνος,
του παρόντος αιώνος,
μεθίστασθαι του απατεώνος,
επεδόθης ως βρέφος αυτώ, αλλ' εγνώσθης τούτω καί Θεός τέλειος•
διόπερ εξεπλάγη σου τήν άρρητον σοφίαν κράζων•
Αλληλούϊα.

Νέαν έδειξε κτίσιν, εμφανίσας ο Κτίστις,
ημίν τοις υπ' αυτού γενομένοις•
εξ απόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτη ώσπερ ην άφθορον,
ίνα το θαύμα βλέποντες, υμνήσωμεν αυτήν βοώντες•
χαίρε το άνθος της αφθαρσίας
χαίρε το στέφος της εγκρατείας
χαίρε αναστάσεως τύπον εκλάμπουσα
χαίρε των αγγέλων τόν βίον εμφαίνουσα
χαίρε κυοφορούσα οδηγόν πλανωμένοις
χαίρε απογεννώσα λυτρωτήν αιχμαλώτοις
χαίρε Κτιστού δικαίου δυσώπησις
χαίρε πολλών πταιόντων συγχώρησις
χαίρε στολή των γυμνών παρρησίας
χαίρε στοργή πάντα πόθον νικώσα
Χαίρε Νύμφη ανύμφευτε.

Ξένον τόκον ιδόντες, ξενωθώμεν του κόσμου,
τόν νουν εις ουρανόν μεταθέντες•
διά τούτο γαρ ο υψηλός Θεός, επί γης εφάνη ταπεινός άνθρωπος,
βουλόμενος ελκύσαι πρός το ύψος, τους αυτώ βοώντας•
Αλληλούϊα.

Όλος ην εν τοις κάτω, καί των άνω ουδόλως,
απήν ο απερίραπτος Λόγος•
συγκατάβασις γαρ θεϊκή, ου μετάβασις δε τοπική γέγονε,
καί τόκος εκ Παρθένου θεολήπτου, ακουούσης ταύτα•
χαίρε Θεού αχωρήτου χώρα
χαίρε σεπτού μυστηρίου θύρα χαίρε των απίστων αμφίβολον άκουσμα
χαίρε των πιστών αναμφίβολον καύχημα
χαίρε όχημα πανάγιον του επί των Χερουβίμ
χαίρε οίκημα πανάριστον του επί των Σεραφίμ
χαίρε η ταναντία εις ταυτό αγαγούσα
χαίρε η παρθενίαν καί λοχείαν ζευγνύσα
χαίρε δι ης ελύθη παράβασις
χαίρε δι ης ηνοίχθη Παράδεισος
χαίρε η κλεις της Χριστού Βασιλείας
χαίρε ελπίς αγαθών αιωνίων
Χαίρε Νύμφη ανύμφευτε.

Πάσα φύσις Αγγέλων, κατεπλάγη το μέγα,
της σης εναθρωπίσεως έργον•
τόν απρόσιτον γάρ ως Θεόν,
εθεώρει πάσι προσιτόν άνθρωπον,
ημίν μεν συδιάγοντα, ακούοντα δε παρά πάντων ούτως•
Αλληλούϊα.

Ρήτορας πολυφθόγους, ως ιχθύας αφώνους,
ορώμεν επί σοι Θεοτόκε•
απορούσι γαρ λέγειν το πώς καί Παρθένος μένεις καί τεκείν ίσχυσας•
ημείς δε το μυστήριον θαυμάζοντες, πιστώς βοώμεν•
χαίρε σοφίας Θεού δοχείον
χαίρε προνοίας αυτού ταμείον
χαίρε φιλοσόφους ασόφους δεικνύουσα
χαίρε τεχνολόγους αλόγους ελέγχουσα
χαίρε ότι εμωράνθησαν οι δεινοί συζητηταί
χαίρε ότι εμαράνθησαν οι των μύθων ποιηταί
χαίρε των Αθηναίων τας πλοκάς διασπώσα
χαίρε των αλιέων τας σαγήνας πληρούσα
χαίρε βυθού αγνοίας εξέλκουσα
χαίρε πολλούς εν γνώσει φωτίζουσα
χαίρε ολκάς των θελόντων σωθήναι
χάιρε λιμήν των του βίου πλωτήρων
Χαίρε Νύμφη ανύμφευτε.

Σώσαι θέλων τόν κόσμον, ο των όλων κοσμήτωρ,
πρός τούτον αυτεπάγγελτος ήλθε•
καί ποιμήν υπάρχων ως Θεός, δι ημάς εφάνη καθ' ημάς άνθρωπος•
ομοίω γάρ το όμοιον καλέσας, ως Θεός ακούει•
Αλληλούϊα.

Τείχος ει των Παρθένων, Θεοτόκε Παρθένε,
καί πάντων των εις σε προστρεχόντων•
ο γαρ του ουρανού καί της γης, κατεσκεύασέ σου,
καί πάντας σοι προσφωνείν διδάξας•
χαίρε η στήλη της παρθενίας
χαίρε η πύλη της σωτηρίας
χαίρε αρχηγέ νοητής αναπλάσεως
χαίρε χορηγέ θεΪκής αγαθότητος
χαίρε συ γάρ ανεγέννησας τους συλληφθέντας αισχρώς
χαίρε συ γαρ ενουθετησας τους συληθέντας τόν νούν
χαίρε η τόν σπορέα της αγνείας τεκούσα
χαίρε παστάς ασπόρου νυμφεύσεως
χαίρε πιστούς Κυρίω αρμόζουσα
χαίρε καλή κουροτρόφε παρθένων
χαίρε ψυχών νυμφοστόλε αγίων
Χαίρε Νύμφη ανύμφευτε.

Ύμνος άπας ηττάται, συνεκτείνεσθαι σπεύδων,
τω πλήθει των πολλών οικτιρμών σου•
ισαρίθμους γαρ τή ψάμμω ωδάς, αν προσφέρωμέν σοι Βασιλεύ άγιε,
ουδέν τελούμεν άξιον, ών δέδωκας ημίν, τοις σοι βοώσιν•
Αλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοις εν σκότει φανείσαν,
ορώμεν τήν αγίαν Παρθένον•
το γάρ άϋλον άπτουσα φως,
οδηγεί πρός γνώσιν θεϊκήν άπαντας,
αυγή τόν νουν φωτίζουσα, κραυγή δε τιμωμένη ταύτα•
χαίρε ακτίς νοητού ηλίου
χαίρε βολίς του αδύτου φέγγους
χαίρε αστραπή τας ψυχάς καταλάμπουσα χαίρε ως βροντή τους εχθρούς καταπλήττουσα
χαίρε ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν
χαίρε ότι το πολύρρυτον αναβλύζεις ποταμόν
χαίρε της κολυμβύθρας ζωγραφούσα τόν ρύπον
χαίρε λουτήρ εκπλύνων συνείδησιν
χαίρε κρατήρ κιρνών αγαλλίασιν
χαίρε οσμή της Χριστού ευωδίας χαίρε ζωή μυστικής ευωχίας
Χαίρε Νύμφη ανύμφευτε.

Χάριν δούναι θελήσας, οφλημάτων αρχαίας,
ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι εαυτού,
πρός τους αποδήμους της αυτού χάριτος•
καί σχίσας το χειρόγραφον,
ακούει παρά πάντων ούτως•
Αλληλούϊα.

Ψάλλοντές σου τόν τόκον, ανυμνούμεν σε πάντες,
ως έμψυχον ναόν Θεοτόκε•
εν τή ση γαρ οικήσας γαστρί,
ο συνέχων πάντα τή χειρί Κύριος ηγίασεν,
εδόξασεν, εδίδαξεν βοάν σοι πάντας•
χαίρε σκηνή του Θεού καί Λόγου
χαίρε αγία αγίων μείζων
χαίρε κιβωτέ χρυσωθείσα τω Πνεύματι
χαίρε θησαυρέ της ζωής αδαπάνητε
χαίρε τίμιον διάδημα βασιλέων ευσεβών
χαίρε καύχημα σεβάσμιον ιερέων ευλαβών
χαίρε της Εκκλησίας ο ασάλευτος πύργος
χαίρε της βασιλείας το απόρθητον τείχος
χαίρε δι ης εγείρονται τρόπαια
χαίρε δι ης εχθροί καταπίπτουσι
χαίρε χρωτός του εμού θεραπεία
χαίρε ψυχής της εμής σωτηρία
Χαίρε Νύμφη ανύμφευτε.

Ώ πανύμνητε Μήτερ,
η τεκούσα τόν πάντων Αγίων αγιώτατον Λόγον (εκ γ')
δεξαμένη τήν νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας•
καί της μελλούσης κολάσεως, τους συμβοώντας•
Αλληλούϊα.


Κοντάκιον
Ήχος πλ. δ'. Τή υπερμάχω.
Τή υπερμάχω στρατηγώ τα νικητήρια
Ως λυτρωθείσα των δεινών ευχαριστήρια
Αναγράφω σοι η πόλις σου Θεοτόκε.
Αλλ' ως έχουσα το κράτος απροσμάχητον
Εκ παντίων μέ κινδύνων ελευθέρωσον
Ίνα κράζω σοι•
Χαίρε Νύμφη ανύμφευτε.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Τρί Δεκ 30, 2014 7:55 pm

ΕΥΧΗ ΔΙΑ ΤΗΝ ΑΠΑΛΛΑΓΗ ΑΠΟ ΤΟΝ ΘΥΜΟΝ.
Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, ὁ πρᾳΰς καὶ ταπεινὸς τῇ καρδίᾳ, κατάπεμψον κατὰ τὸ μέγα καὶ πλούσιον ἔλεός σου καὶ ἐν ταῖς καρδίαις ἡμῶν τὸ πνεῦμα τῆς εἰρήνης καὶ τῆς πραότητος, ἵνα εἰρηνεύοντες ἐκ τοῦ κακίστου πάθους τοῦ θυμοῦ, μνημονεύομεν ἀεὶ τοῦ ἐνδόξου καὶ φοβεροῦ ὀνόματος σου μετὰ καρδίας γαληνιώσης. Ἰησοῦ, τὸ ἀρνίον τὸ ἄκακον, τὸ προσφερόμενον ἐνώπιον τοῦ οὐρανίου Πατρὸς θυσία ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων, ἐπάκουσον ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ δεομένων σου καὶ ἐλευθέρωσον ἡμᾶς ἐκ τοῦ φοβεροῦ τοῦ θυμοῦ πάθους, διότι ἀπολλύμεθα ἐξ αὐτοῦ καὶ δὲν δυνάμεθα ποτὲ να ἀφιερωθῶμεν εἰς τὴν ἀγάπην σου καὶ εἰς τὸ θέλημά σου τὸ ἅγιον, ἐνόσω ὑπὸ τοῦ πάθους τούτου κατεχόμεθα. Ἰησοῦ ἀνεξίκακε, ὁ ἐπὶ τοῦ Σταυροῦ ὑπὲρ τῶν σταυρωσάντων σε πρὸς τὸν οὐράνιόν σου Πατέρα προσευχόμενος, ποίησον καὶ ἡμᾶς τοιούτους, ὥστε να προσευχόμεθα ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ κακοποιούντων ἡμᾶς, ἵνα οὕτω γενώμεθα μιμηταί σου καὶ δοξάζεται καὶ δι΄ ἡμῶν τὸ Πανάγιον Ὄνομά σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ῥῦσαι με ἀπὸ θυμοῦ καὶ ὀξυχολίας, καὶ δώρησαί μοι πραότητα καὶ μακροθυμίαν. Κύριε, ῥῦσαι με ἀπὸ τοῦ ψεύδους καὶ τῆς καταλαλιᾶς καὶ τῆς κατακρίσεως, καὶ δώρησαί μοι ἐν πάσῃ ἀλήθειᾳ καὶ συμπαθείᾳ προσέχειν καὶ ὁμιλεῖν ἐν τῷ συντυγχάνειν με τοῖς ἀδελφοῖς μου. Κύριε, ῥῦσαι με ἀπὸ τῆς καυχήσεως καὶ τῆς ἀργολογίας καὶ δώρησαί μοι ταπείνωσιν καὶ σιωπήν. Κύριε, ῥῦσαι με ἀπὸ τῶν παραπτωμάτων τῆς γλώττης μου, ὅτι καθ΄ ἑκάστην ἁμαρτάνω δι΄ αὐτῆς ὁ τάλας καὶ οὐκ αἰσθάνομαι. Κύριε, ῥῦσαι με ἀπὸ τῆς ὀλεθρίου κενοδοξίας καὶ καθάρισόν με ἀπὸ τῶν κρυφίων μου. Κύριε, δώρησαί μοι ταπεινοφροσύνην βαθεῖαν, ἀήττητον καὶ κατάνυξιν τῇ καρδίᾳ μου, ὅπως κλαύσω τὰς ἀνομίας μου καὶ ἐξάλειψον πάσας τὰς ἁμαρτίας μου, καὶ ἐν μετανοίᾳ ἀληθεῖ καὶ ἐξομολογήσει, καὶ ἐν συνειδότι ἀκαταγνώστῳ καὶ ἐν πίστει καθαρᾷ καὶ ἀμωμήτῳ τὴν ἐμὴν εὐδόκησον τελευτήν. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
ΕΥΧΗ ΔΙΑ ΑΠΑΛΛΑΓΗΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΛΟΓΙΣΜΩΝ.
Δέσποτα Κύριε ὁ Θεός μου, οὐ ἐν χερσὶν οἱ κλῆροί μου, ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου, καὶ μὴ ἐάσῃς με συναπολέσθαι ταῖς ἀνομίαις μου, μηδὲ τῷ θελήματι ἐπακολούθησαι τῆς ἐπιθυμούσης σαρκός μου κατὰ τοῦ πνεύματος. Πλάσμα σόν εἰμι, μὴ παρίδῃς ἔργον χειρῶν σου, μὴ ἀποστραφῇς, οἴκτειρον, ἀλλὰ μὴ ἐξουδενώσῃς, μηδὲ ὑπερίδῃς με, Κύριε, ὅτι ἀσθενὴς εἰμι, ὅτι πρὸς σὲ κατέφυγον τὸν σκεπαστήν μου Θεόν.Ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, σῶσον με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ νεότητός μου• αἰσχυνθήτωσαν οἱ ἐπανισταμένοί μοι καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες με ἐξῶσαι ἀπὸ σοῦ διὰ πράξεων ἀσέμνων, διὰ λογισμῶν ἀπρεπῶν, δι΄ ἐνθυμήσεων ἀσυμφόρων. Ἀπέλασον ἀπ΄ ἐμοῦ πᾶσαν ῥυπαρίαν, κακίας περίσσευμα, ὅτι σὺ εἶ μόνος ἅγιος, μόνος ἰσχυρός, μόνος ἀθάνατος, κατὰ πάντα ἔχων τὴν δυναστείαν ἀνείκαστον, καὶ διὰ σοῦ δίδοται πᾶσιν ἡ κατὰ τοῦ διαβόλου καὶ τῆς αὐτοῦ στρατιᾶς ἰσχύς. Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δέσποινα Θεοτόκε, ἡ ἐλπίς μου, καὶ καταφυγή μου, σὺ γινώσκεις τοὺς λογισμούς μου καὶ τὰς πράξεις μου καὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς μου φύσεως, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν παριστῶ ῥερυπωμένην πολλαῖς ἁμαρτίαις καὶ λογισμοῖς ἀτόποις. Σύ, Δέσποινα, βλέπεις τὰ ἕλκη τῶν τραυμάτων τῆς ἐμῆς ψυχῆς, Σύ, Δέσποινα, βλέπεις τὰ ἕλκη τῶν τραυμάτων τῆς ἐμῆς ψυχῆς, σὺ τὴν ἴασιν βράβευσον, ἐπιχέουσα ῥανίδα τῆς σῆς φιλανθρώπου συμπαθείας. Ἐπίβλεψον, Δέσποινά μου Θεοτόκε, καὶ εὐμενὴ ποίησον μετ΄ ἐμοῦ τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν μέλλοντα δημοσιεύειν ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων τοὺς πονηρούς μου λογισμοὺς καὶ ἐνθυμήσεις καὶ πράξεις. Δέχεταί σε ὡς Μητέρα ὁ φιλάνθρωπος, ὑπὲρ ψυχῆς ἁμαρτωλοῦ καὶ ἀπεγνωσμένης πρεσβεύουσαν, ὡς καταφυγὴν καὶ μεσίτριαν τῶν ἁμαρτωλῶν. Ἐλέησόν με τὸν χειμαζόμενον τῷ πελάγει τῶν πειρασμῶν, τὸν θαῤῥοῦντα τῷ σῷ ἐλέει καὶ τῇ συμπαθεῖ προστασίᾳ, τὸν ἐπιῤῥίπτοντα διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα εἰς τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν, καὶ προσφέροντά σοι στεναγμὸν ἐκ καρδίας συντετριμμένης. Μὴ παύσῃ ὑπὲρ ἐμοῦ πρεσβεύουσα τοῦ ταπεινοῦ καὶ ἀθλίου, ἵνα διὰ τῆς σῆς ἀντιλήψεως ἀξιωθῶ συγχωρήσεως τῶν πολλῶν μου δεινῶν πράξεων. Σὲ γὰρ ἐπὶ τούτου καταφυγὴν τῶν ἁμαρτωλῶν ἔθετο ὁ Υἱὸς σου καὶ Θεὸς ἡμῶν, ὁ πάσης κτίσεως δημιουργός. Καὶ ἵνα διὰ τῆς σῆς πρὸς αὐτὸν μεσιτείας τυχῶν σωτηρίας, μεγαλύνω καὶ δοξάζω τὸ ὑπεράγιον καὶ ὑπέρτιμον ὄνομα, σοῦ τῆς ὑπερευλογημένης καὶ ὑπεράγνου Θεομήτορος, τῆς Πανενδόξου Παντανάσσης, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία, Δέσποινα Θεοτόκε ἡ μόνη καθαρωτάτη ψυχὴ τε καὶ σώματι, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ παναγίου Πνεύματος, καντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους καὶ ἀγγελικὰς Δυνάμεις ἀσυγκρίτως ὑπερβᾶσα τῇ καθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Ἔπιδε ἐπ΄ ἐμὲ τὸν ἐναγὴ καὶ ἀκάθαρτον καὶ ῥερυπωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου. Κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν καὶ ἄγνισον, διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς, ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις, ἐλευθέρωσόν με τῆς τυραννούσης κακίας καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν. Στῆσόν μου πᾶσαν τὴν κατ΄ ἐνέργειαν ἁμαρτίαν, καὶ δώρησαί μοι νήψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ νοῒ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ παραπτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγείς, καταξιωθῶ δοξάζειν καὶ ἀνυμνεῖν ἐν παῤῥησίᾳ, σέ τὴν μόνην ἀληθινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅτι μόνη σὺν αὐτῷ καὶ δι΄ αὐτοῦ εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ ἀθάνατε, ὁ τῶν μεγίστων φύσεων τεχνίτης καὶ κυβερνήτης, τὸ φῶς τῆς ἀληθείας, ὁ τοῦ σκότους τῆς ἀγνοίας διώκτης, ἡ λαμπρότης τῶν νηφαλίων ψυχῶν, ἡ παγκόσμιος χαρὰ τῶν ὀρθοδόξων, ἡ ἡδύτης τῶν Ἀγγέλων καὶ τῶν ψυχῶν, ὁ ὅλος ὢν κάλλος ἀκόρεστον, ὁ ὅλος ὡς γλυκασμὸς , ὁ ὅλος ὢν ἐπιθυμία καὶ ἔφεσις, ὁ τῆς κατὰ νοῦν ἀντιλήψεως ἄφθονος ὄλβος τοῖς γνησίως σοι διακειμένοις, ὁ φύσει ἀγαθὸς καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, ἀποδίωξον ἀπ΄ ἐμοῦ τοῦ ταλαιπώρου τοὺς παρενοχλοῦντας μοι λογισμούς. Σὺ γὰρ ἐπίστασαι, καρδιογνῶστα, ὁ θεωρῶν τὰ κρυπτὰ τῆς καρδίας μου, ὅτι ἀκούσιά μου εἰσι. Συγχώρησόν μοι, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ γενέσθωσάν μοι εἰς σύνταγμα ἁμαρτίας, ἀλλ΄ ἵλεώς μοι γενόμενος, ἐξαπόστειλον τὴν χάριν σου ἐξ ἁγίου θρόνου δόξης σου, καὶ ἐπεσκίασον τῇ ἀσθενείᾳ μου τοῦ ἀχρείου δούλου σου. Ἀμήν.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Τετ Δεκ 31, 2014 8:46 pm

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ



(Του μητροπολίτου Ροστοβίας Δημητρίου - του Ρώσου νεοφανούς αγίου και θαυματουργού, την οποία έλεγε καθημερινά).

Υπεραγία Θεοτόκε Παρθένε, σκέπε με, και διαφύλαττε τον δούλο σου από παντός κακού ψυχής τε και σώματος,και από παντός εχθρού ορατού και αοράτου.
Χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά σου. Ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλιάς σου, ότι Σωτήρα έτεκες των ψυχών ημών.

Χαίρε και ευφραίνου, Θεοτόκε Παρθένε, και πρέσβευε υπέρ του δούλου σου Κυρία και Δέσποινα των Αγγέλων και Μήτηρ των χριστιανών, βοήθησόν μοι τω δούλω σου.
Ω Μαρία παναμώμητε, χαίρε νύμφη ανύμφευτε, χαίρε η χαρά των θλιβομένων και η παραμυθία των λυπουμένων.

Χαίρε η τροφή των πεινώντων και ο λιμήν των χειμαζομένων, χαίρε των αγίων αγιωτέρα και πάσης κτίσεως τιμιωτέρα, χαίρε του Πατρός αγίασμα, του Υιού το σκήνωμα, και του Αγίου Πνεύματος το επισκίασμα.

Χαίρε του πάντων Βασιλέως Χριστού του Θεού ημών το τερπνόν παλάτιον, χαίρε η Μήτηρ των ορφανών και η βακτηρία των τυφλών, χαίρε το καύχημα των χριστιανών και των προσκαλουμένων σε ο έτοιμος βοηθός.

Παναγία Δέσποινά μου, φύλαξόν με υπό την σκέπην σου, ότι εις τας παναχράντους χείρας σου παρατίθημι το πνεύμα μου.
Γενού βοηθός και σκέπη της ψυχής μου εν τη φοβερά ημέρα της κρίσεως, και πρέσβευε υπέρ εμού του αναξίου ίνα εισέλθω καθαρός και αγνός εις τον Παράδεισον.

Μη απορρίψης με, Κυρία μου, τον δούλον σου, αλλά βοήθησόν μοι, και δος μοι το συμφέρον της αιτήσεως. Λύτρωσαί με παντός κινδύνου, επιβουλής, ανάγκης και ασθενείας, και δώρησαί μοι προ του τέλους μετάνοιαν, ίνα σωζόμενος τη μεσιτεία και βοηθεία σου, εν μεν τω παρόντι βίω από παντός εχθρού ορατού και αοράτου, πορευόμενος θεαρέστως εν τοις θελήμασι του αγαπητού σου Υιού και Θεού ημών, εν δε τη φοβερά ημέρα της κρίσεως από της αιωνίου και φοβεράς κολάσεως προσκυνώ, ευχαριστώ και δοξάζω το πανάγιόν σου όνομα εις τους αιώνας των αιώνων. Αμήν.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Παρ Ιαν 02, 2015 9:51 pm

Ευχή εις την Υπεραγίαν Θεοτόκον

Ασπιλε, αμόλυντε, αφθορε, αχραντε, αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω σου κυήσει ενώσασα, και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα. Η των απηλπισμένων μόνη ελπίς, και των πολεμουμένων βοήθεια. Η ετοίμη αντίληψις των εις σε προστρεχόντων, και πάντων των Χριστιανών το καταφύγιον. Μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τον αισχροίς λογισμοίς, και λόγοις, και πράξεσιν όλον εμαυτόν αχρειώσαντα, και τη των ηδονών του βίου ραθυμία γνώμη δούλον γενόμενον. Αλλ’ ως του φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι επ’ εμοί τω αμαρτωλώ και ασώτω, και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην σοι δέησιν, και τον σον Υιόν, και ημών Δεσπότην και Κύριον, τη μητρική σου παρρησία χρωμένη δυσώπησον, ίνα ανοίξη καμοί τα φιλάνθρωπα σπλάγχνα της αυτού αγαθότητος, και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν, και των αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Και πάρεσό μοι αεί ως ελεήμων, και συμπαθής, και φιλάγαθος, εν μεν τω παρόντι βίω, θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα, και προς σωτηρίαν καθοδηγούσα με. Και εν τω καιρώ της εξόδου μου, την αθλίαν μου ψυχήν περιέπουσα, και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα. Εν δε τη φοβερά ημέρα της κρίσεως, της αιωνίου με ρυομένη κολάσεως, και της απορρήτου δόξης του σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. Ης και τύχοιμι, Δέσποινά μου, υπεραγία Θεοτόκε, δια της σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του μονογενούς σου Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού. Ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω αυτού Πατρί, και τω Παναγίω, και αγαθώ, και ζωοποιώ αυτού Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Σάβ Ιαν 03, 2015 9:37 pm

ΠΑΤΕΡ ΗΜΩΝ, Ο ΕΝ ΤΟΙΣ ΟΥΡΑΝΟΙΣ* ΑΓΙΑΣΘΗΤΩ ΤΟ ΟΝΟΜΑ ΣΟΥ, ΕΛΘΕΤΩ Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ, ΓΕΝΗΘΗΤΩ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ, ΩΣ ΕΝ ΟΥΡΑΝΩ ΚΑΙ ΕΠΙ ΤΗΣ ΓΗΣ. ΤΟΝ ΑΡΤΟΝ ΗΜΩΝ ΤΟΝ ΕΠΙΟΥΣΙΟΝ ΔΟΣ ΗΜΙΝ ΣΗΜΕΡΟΝ. ΚΑΙ ΑΦΕΣ ΗΜΙΝ ΤΑ ΟΦΕΙΛΗΜΑΤΑ ΗΜΩΝ, ΩΣ ΚΑΙ ΗΜΕΙΣ ΑΦΙΕΜΕΝ ΤΟΙΣ ΟΦΕΙΛΕΤΑΙΣ ΗΜΩΝ, ΚΑΙ ΜΗ ΕΙΣΕΝΕΓΚΗΣ ΗΜΑΣ ΕΙΣ ΠΕΙΡΑΣΜΟΝ, ΑΛΛΑ ΡΥΣΑΙ ΗΜΑΣ ΑΠΟ ΤΟΥ ΠΟΝΗΡΟΥ.

ΠΙΣΤΕΥΩ ΕΙΣ ΕΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ, ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ΟΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ. ΚΑΙ ΕΙΣ ΕΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ΥΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ* ΦΩΣ ΕΚ ΦΩΤΟΣ, ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΕΚ ΘΕΟΥ ΑΛΗΘΙΝΟΥ, ΓΕΝΝΗΘΕΝΤΑ ΟΥ ΠΟΙΗΘΕΝΤΑ, ΟΜΟΟΥΣΙΟΝ ΤΩ ΠΑΤΡΙ, ΔΙ’ ΟΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. ΤΟΝ ΔΙ’ ΗΜΑΣ ΤΟΥΣ ΑΝΘΡΩΠΟΥΣ ΚΑΙ ΔΙΑ ΤΗΝ ΗΜΕΤΕΡΑΝ ΣΩΤΗΡΙΑΝ ΚΑΤΕΛΘΟΝΤΑ ΕΚ ΤΩΝ ΟΥΡΑΝΩΝ ΚΑΙ ΣΑΡΚΩΘΕΝΤΑ ΕΚ ΠΝΕΥΜΑΤΟΣ ΑΓΙΟΥ ΚΑΙ ΜΑΡΙΑΣ ΤΗΣ ΠΑΡΘΕΝΟΥ ΚΑΙ ΕΝΑΝΘΡΩΠΗΣΑΝΤΑ. ΣΤΑΥΡΩΘΕΝΤΑ ΤΕ ΥΠΕΡ ΗΜΩΝ ΕΠΙ ΠΟΝΤΙΟΥ ΠΙΛΑΤΟΥ, ΚΑΙ ΠΑΘΟΝΤΑ ΚΑΙ ΤΑΦΕΝΤΑ. ΚΑΙ ΑΝΑΣΤΑΝΤΑ ΤΗ ΤΡΙΤΗ ΗΜΕΡΑ ΚΑΤΑ ΤΑΣ ΓΡΑΦΑΣ. ΚΑΙ ΑΝΕΛΘΟΝΤΑ ΕΙΣ ΤΟΥΣ ΟΥΡΑΝΟΥΣ ΚΑΙ ΚΑΘΕΖΟΜΕΝΟΝ ΕΚ ΔΕΞΙΩΝ ΤΟΥ ΠΑΤΡΟΣ. ΚΑΙ ΠΑΛΙΝ ΕΡΧΟΜΕΝΟΝ ΜΕΤΑ ΔΟΞΗΣ ΚΡΙΝΑΙ ΖΩΝΤΑΣ ΚΑΙ ΝΕΚΡΟΥΣ, ΟΥ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΟΥΚ ΕΣΤΑΙ ΤΕΛΟΣ. ΚΑΙ ΕΙΣ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ, ΤΟ ΚΥΡΙΟΝ, ΤΟ ΖΩΟΠΟΙΟΝ, ΤΟ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΕΚΠΟΡΕΥΟΜΕΝΟΝ, ΤΟ ΣΥΝ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΣΥΜΠΡΟΣΚΥΝΟΥΜΕΝΟΝ ΚΑΙ ΣΥΝΔΟΞΑΖΟΜΕΝΟΝ, ΤΟ ΛΑΛΗΣΑΝ ΔΙΑ ΤΩΝ ΠΡΟΦΗΤΩΝ. ΕΙΣ ΜΙΑΝ, ΑΓΙΑΝ, ΚΑΘΟΛΙΚΗΝ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΝ ΕΚΚΛΗΣΙΑΝ. ΟΜΟΛΟΓΩ ΕΝ ΒΑΠΤΙΣΜΑ ΕΙΣ ΑΦΕΣΙΝ ΑΜΑΡΤΙΩΝ. ΠΡΟΣΔΟΚΩ ΑΝΑΣΤΑΣΙΝ ΝΕΚΡΩΝ, ΚΑΙ ΖΩΗΝ ΤΟΥ ΜΕΛΛΟΝΤΟΣ ΑΙΩΝΟΣ. ΑΜΗΝ.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Δευτ Ιαν 05, 2015 11:00 am

Π Ρ Ο Σ Ε Υ Χ Η

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.

Δόξα σοι ο Θεός ημών, δόξα σοι.

Βασιλεύ ουράνιε, Παράκλητε, το πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς απο πάσης κηλίδος και σώσον Αγαθέ τας ψυχάς ημών.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία τριάς, ελέησον ημάς.Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω το όνομα Σου, ελθέτω η βασιλεία Σου, γενηθήτω το θέλημα Σου ως εν ουρανω και επι της γής.Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλα ρύσαι ημάς απο του πονηρού.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Τετ Ιαν 07, 2015 9:53 am

Βοήθησέ με Κύριε
Βοήθησέ με Κύριε:
Τὴν ὥρα τοῦ ΠΑΘΟΥΣ, διότι σκοτίζεται ὁ νοῦς μου.
Τὴν ὥρα τοῦ ΠΕΙΡΑΣΜΟΥ, διότι παραλύει ἡ θέλησή μου.
Τὴν ὥρα τοῦ ΠΟΝΟΥ, διότι κατακαίονται τὰ σωθικά μου.
Τὴν τοῦ ΕΝΘΟΥΣΙΑΣΜΟΥ, διότι δὲν ἐλέγχω τὶς ἀπόψεις μου.
Τὴν ὥρα τῆς ΑΠΕΛΠΙΣΙΑΣ, διότι νομίζω πὼς χάνεται τὸ πᾶν.
Τὴν ὥρα τοῦ ΘΥΜΟΥ, διότι δὲν ξέρω τί κάνω.
Τὴν ὥρα τῆς ΑΔΥΝΑΜΙΑΣ, διότι μπορῶ νὰ πουληθῶ καὶ στὸ διάβολο
Τὴν ὥρα τοῦ ΦΟΒΟΥ, διότι τὰ ἔχω χαμένα.
Τὴν ὥρα τῆς ΧΑΡΑΣ, διότι μπορεῖ νὰ μὴν ἀντέξω στὸ βάρος της.
Τὴν ὥρα τῆς ΑΓΑΠΗΣ γιὰ νὰ εἶναι γνήσια


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Πέμ Ιαν 08, 2015 9:41 am

33 Ευχές για το 33άρι κομποσχοίνι


01. Μνήσθητι Κύριε υπέρ ειρήνης του κόσμου.
02. Κύριε Ιησού Χριστέ ελέησε την Εκκλησία μας και την Ορθοδοξία μας.
03. Κύριε Ιησού Χριστέ ελέησε τον Επίσκοπο μας και την συνοδεία αυτού.
04. Κύριε Ιησού Χριστέ ελέησε τους απανταχού γης Ορθοδόξους κληρικούς και λαϊκούς.
05. Κύριε Ιησού Χριστέ ελέησε τον Πνευματικό μας Πατέρα και την συνοδεία αυτού.
06. Κύριε Ιησού Χριστέ ελέησε τον Ελληνικό Στρατό και τα Σώματα Προστασίας.
07. Κύριε Ιησού Χριστέ ελέησε τους άρχοντες του έθνους μας.
08. Κύριε Ιησού Χριστέ ελέησε τους μισούντας, αγαπώντας και προσευχομένους υπέρ ημών.
09. Κύριε Ιησού Χριστέ ελέησε τους γονείς, αναδόχους και διδασκάλους μας.
10. Κύριε Ιησού Χριστέ ελέησε τους κατά σάρκα και κατά πνεύμα αδελφούς και συγγενείς μας.
11. Κύριε Ιησού Χριστέ ελέησε τα γηρατειά και τους μοναχικούς ανθρώπους.
12. Κύριε Ιησού Χριστέ ελέησε τα Βρέφη, τους απροστάτευτους και αδυνάτους.
13. Κύριε Ιησού Χριστέ ελέησε την μαθητιώσα νεολαία μας.
14. Κύριε Ιησού Χριστέ ελέησε τους έφηβους νέους και νεανίδες μας.
15. Κύριε Ιησού Χριστέ ελέησε τους ναρκομανείς, αλκοολικούς και καπνίζοντες.
16. Κύριε Ιησού Χριστέ ελέησε τας συζυγίας των Ορθοδόξων οικογενειών.
17. Κύριε Ιησού Χριστέ ελέησε τις κυοφορούσες αδελφές μας.
18. Κύριε Ιησού Χριστέ ελέησε τις χήρες και τα ορφανά.
19. Κύριε Ιησού Χριστέ ελέησε τους εν διαστάσει συζύγους και πειραζομένους αδελφούς και αδελφές μας.
20. Κύριε Ιησού Χριστέ ελέησε τους ασθενείς, ψυχής και σώματος.
21. Κύριε Ιησού Χριστέ ελέησε τους ελεούντας και εργαζομένους των Ί. Μονών και ενοριών.
22. Κύριε Ιησού Χριστέ ελέησε τους ευλαβείς προσκυνητάς των Ί. Μονών και Εκκλησιών.
23. Κύριε Ιησού Χριστέ ελέησε τους πλέοντας, οδοιπορούντας, ιπταμένους, αιχμαλώτους και απελπισμένους.
24. Κύριε Ιησού Χριστέ ελέησε τους πενθούντας και θλιμένους αδελφούς μας.
25. Κύριε Ιησού Χριστέ ελέησε τους δικαστάς και πολιτικούς.
26. Κύριε Ιησού Χριστέ ελέησε τους πλανεμένους και βλασφημούντας την Ορθοδοξία μας.
27. Κύριε Ιησού Χριστέ ελέησε μας και δώρησε καιρόν ειρηνικόν.
28. Κύριε Ιησού Χριστέ φύλαξε μας από ασθένεια, οργή, κίνδυνο και φώτιζε τους γιατρούς και νοσοκόμους.
29. Κύριε Ιησού Χριστέ φύλαξε μας από πείνα, ανάγκη και δυστυχία.
30. Κύριε Ιησού Χριστέ φύλαξε μας από καύσωνα, φωτιά και σεισμό.
31. Κύριε Ιησού Χριστέ φύλαξε μας από κατακλυσμό, καταποντισμό και παγετό.
32. Κύριε Ιησού Χριστέ ανάπαυσε και τις ψυχές των πατέρων, μητέρων, αδελφών, συγγενών, πάπων προ πάπων.
33. Κύριε Ιησού Χριστέ ελέησόν με τον αμαρτωλόν.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.

Άβαταρ μέλους
ΦΩΤΗΣ
Δημοσιεύσεις: 10076
Εγγραφή: Κυρ Αύγ 19, 2012 12:18 pm
Τοποθεσία: ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΡΕΝΤΗ

Re: ΠΡΟΣΕΥΧΕΣ.

Δημοσίευσηαπό ΦΩΤΗΣ » Παρ Ιαν 09, 2015 10:12 am

Χαίρε Νύμφη ανύμφευτε.


Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τή Θεοτόκω το Χαίρε• (εκ γ') καί συν τή ασωμάτω φωνή, σωματούμενόν σε θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων πρός αυτήν τοιαύτα•
χαίρε δι ης η χαρά εκλάμψει
χαίρε δι' ης η αρά εκλείψει
χαίρε του πεσόντος Αδάμ η ανάκλησις
χαίρε των δακρύων της Εύας η λύτρωσις
χαίρε ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς
χαίρε βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς
χαίρε ότι υπάρχεις Βασιλέως καθέδρα
χαίρε ότι βαστάζεις τόν βαστάζοντα πάντα
χαίρε γαστήρ ενθέου σαρκώσεως

χαίρε δι' ης νεουργήται η κτίσις
χαίρε δι' ής βρεφουργείται ο Κτίστης
Χαίρε Νύμφη ανύμφευτε.


Κύριε είσαι παντογνώστης. Γνωρίζεις πολύ καλά ότι Σε αγαπώ. Αξίωσέ με να Σε υπηρετώ με αφοσίωση και με αγάπη μέχρι την τελευταία μου αναπνοή.


Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 4 και 0 επισκέπτες