Χαιρετισμοί

Χαιρετιστήριοι Οίκοι προς τον Κύριο Ιησού Χριστό, την Υπεραγία Θεοτόκο και τους Αγίους

Συντονιστές: Νίκος, Anastasios68, johnge

Andreas
Δημοσιεύσεις: 10
Εγγραφή: Παρ Ιούλ 27, 2012 5:11 pm

Χαιρετισμοί

Δημοσίευσηαπό Andreas » Τρί Σεπ 11, 2012 6:15 pm

ΗΜΑΡΤΟΝ ΘΕΟΥΛΗ ΜΟΥ ΣΥΝΧΩΡΕΣΕ ΜΕ ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΠΑΝΑΓΙΤΣΑ ΜΟΥ ΚΥΡΑ ΜΟΥ ΑΝΙΚΑΝΟΣ ΓΙΑ ΤΟ ΟΤΙΔΗΠΟΤΕ ΕΙΜΑΙ.

«Κύριε καί Δέσποτα τῆς ζωῆς μου,
πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας,
καί ἀργολογίας μή μοι δῷς.

Πνεῦμα δέ σωφροσύνης, ταπεινοφροσύνης,
ὑπομονής καί ἀγάπης
χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ,
δώρησαί μοι τοῦ ὁράν τά ἐμά πταίσματα,
καί μή κατακρίνειν τόν ἀδελφόν μου,
ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν».

Αγγελος πρωτοστατης ουρανοθεν επεμθη ειπεν τη Θεοτοκω το χαιρε (τρις) και συν τη ασωματω φωνη σωματουμενον Σε θεωρων Κυριε εξιστατο και ιστατο κραυγαζων προς Αυτην τοιαυτα
Χαιρε δι ης η χαρα εκλαμψει χαιρε δι ης η αρα εκλειψει Χαιρε του πεσοντος Αδαμ η ανακλησις χαιρε των δακρυων της Ευας η λυτρωσις Χαιρε υψος δυσαναβατον ανθρωπινοις λογισμοις χαιρε βαθος δυσθεωρητον και Αγγελων οφθαλμοις Χαιρε οτι υπαρχεις Βασιλεως καθεδρα χαιρε οτι βασταζεις τον βασταζοντα παντα Χαιρε αστηρ εμφαινων τον Ηλιον χαιρε γαστηρ ενθεου σαρκωσεως Χαιρε δι ης νεουργειται η κτισις χαιρε δι ης βρεφουργειται ο Κτιστης.
Χαιρε Νυμφη Ανυμφευτε.
Βλεπουσα η Αγια εαυτην εν αγνεια φησι τω Γαβρηιλ θαρσαλεως το παραδοξον Σου της φωνης δυσπαραδεκτον μου τη ψυχη φαινεται ασπορου γαρ συλληψεως την κυησιν πως λεγεις κραζων
Αλληλουια.
Γνωσιν αγνωστον γνωναι η Παρθενος ζητουσα εβοησε προς τον λειτουργουντα Εκ λαγονων αγνων Υιον πως εστι τεχθηναι δυνατον λεξον μοι Προς Ην εκεινος εφησεν εν φοβω πλην κραυγαζων ουτω Χαιρε βουλης απορρητου μυστις χαιρε σιγης δεομενων πιστις Χαιρε των θαυματων Χριστου το προοιμιον χαιρε των δογματων Αυτου το κεφαλαιον Χαιρε κλιμαξ επουρανιε δι ης κατεβη ο Θεος χαιρε γεφυρα μεταγουσα τους εκ γης προς ουρανων Χαιρε το των Αγγελων πολυθρηνητον θαυμα χαιρε το των δαιμονων πολυθρηνητον τραυμα Χαιρε το φως αρρητως γεννησασα χαιρε το πως μηδενα διδαξασα Χαιρε σοφων υπερβαινουσα γνωσιν χαιρε πιστων καταυγαζουσα φρενας.
Χαιρε Νυμφη Ανυμφευτε.
Δυναμις του Υψιστου επεσκιασε τοτε προς συλληψιν τη Απειρογαμω και την ευκαρπον ταυτης νηδυν ως αγρον υπεδειξεν ηδυν απασι τοις θελουσι θεριζειν σωτηριαν εν τω ψαλλειν ουτως
Αλληλουια.
Εχουσα θεοδοχον η Παρθενος την μητραν ανεδραμε προς την Ελισαβετ το δε βρεφος εκεινης ευθυς επιγνον τον ταυτης ασπασμον εχαιρε και αλμσιν ως ασμασιν εβοα προς την Θεοτοκον Χαιρε βλαστου αμαραντου κλημα χαιρε καρπου ακηρατου κτημα. Χαιρε γεωργον γεωργουσα φιλανθρωπον χαιρε φυτουργον της ζωης ημων φυουσα Χαιρε αρουρα βλαστανουσα ευφοριαν οικτιρμων χαιρε τραπεζα βασταζουσα ευθηνιαν ιλασμων Χαιρε οτι λειμωνα της τρυφης αναθαλλεις χαιρε οτι λιμενα των ψυχων ετοιμαζεις Χαιρε δεκτον πρεσβειας θυμιαμα χαιρε παντος του κοσμου εξιλασμα Χαιρε Θεου προς θνητους ευδοκια χαιρε θνητων προς Θεον παρρησια.
Χαιρε Νυμφη Ανυμφευτε.
Ζαλην ενδοθεν εχων λογισμων αμφιβολων ο σωφρων Ιωσηφ εταραχθη προς την αγαμον Σε θεωρων και κλεψιγαμον υπονοων Αμεμπτε μαθων δε Σου την συλληψιν εκ Πνευματος Αγιου εφη.
Αλληλουια.

Ανοιξω το στομα μου και πληρωθησεται πνευματος και λογον ερευξομαι τη Βασιλιδι μητρι και οφθησομαι φαιδρως πανηγυριζων και ασω γηθομενος ταυτης τα θαυματα.

Χριστου βιβλιον εμψυχον εσφραγισμενην σε Πνευματι ο μεγας Αρχαγγελος Αγνη θεωμενος επεφωνει σοι Χαιρε χαρας δοχειον δι ης της Προμητορος αρα λυθησεται.
Αδαμ επανορθωσις χαιρε Παρθενε Θεονυμφε του Αδου η νεκρωσις χαιρε παναμωμε το παλατιον του παντων Βασιλεως χαιρε θρονε πυρινε του Παντοκρατορος.
Ροδον το αμαραντον χαιρε η μονη βλαστησασα το μηλον το ευοσμον χαιρε η τεξασα το οσφραδιον του μονου Βασιλεως χαιρε Απειρογαμε Κοσμου διασωσμα.
Αγνειας θησαυρισμα χαιρε δι ης εκ του πτωματος ημων εξανεστημεν χαιρε ηδυπνοον ευωδιαζον θυμιαμα ευοσμον μυρον πολυτιμον.



Άβαταρ μέλους
stratis
Δημοσιεύσεις: 434
Εγγραφή: Παρ Ιούλ 27, 2012 3:12 pm

Re: Χαιρετισμοί

Δημοσίευσηαπό stratis » Τρί Σεπ 11, 2012 6:15 pm

Νομίζω πάντως ότι η περίοδος των Χαιρετισμών είναι μαζί με τη Μεγάλη Εβδομάδα οι κατανυκτικότερες περίοδοι.

Γνωρίζει κανείς από ποιον γράφτηκαν; Αν θυμάμαι καλά είχα ακούσει για το Ρωμανό το Μελωδό.



Andreas
Δημοσιεύσεις: 10
Εγγραφή: Παρ Ιούλ 27, 2012 5:11 pm

Re: Χαιρετισμοί

Δημοσίευσηαπό Andreas » Τρί Σεπ 11, 2012 6:16 pm

ΑΔΙΑΒΑΣΤΟΣ ΚΑΙ ΑΜΕΛΕΤΗΤΟΣ ΜΙΑ ΖΩΗ ΠΗΓΑΙΝΑ ΣΤΟ ΣΧΟΛΕΙΟ, ΔΕΝ ΑΝΟΙΓΑ ΒΙΒΛΙΟ,
ΦΟΒΟΜΟΥΝ ΜΗ ΚΑΙ ΤΥΧΟΝ ΜΕ ΣΗΚΩΝΕ Ο ΔΑΣΚΑΛΟΣ ΓΙΑ ΝΑ ΠΩ ΤΙ ΔΙΑΒΑΣΑ, ΚΑΙ ΠΡΟΣΠΑΘΟΥΣΑ ΝΑ ΚΡΥΦΤΟ, 'Η ΚΑΙ ΕΥΧΟΜΟΥΝ ΝΑ ΜΗΝ ΣΗΚΩΘΩ ΕΓΩ ΑΛΛΑ ΚΑΠΟΙΟΣ ΑΛΛΟΣ ΣΥΝΜΑΘΗΤΗΣ ΜΟΥ.
ΑΔΙΑΒΑΣΤΟΣ ΚΑΙ ΑΜΕΛΕΤΗΤΟΣ ΗΡΘΑ ΚΑΙ ΑΥΤΗΝ ΤΗΝ ΕΒΔΟΜΑΔΑ.


Κυριε και Δεσποτα της ζωης μου,
πνευμα αργιας, περιεργιας, φιλαρχιας,
και αργολογιας μη μοι δως.

Πνευμα δε σωφροσυνης, ταπεινοφροσυνης,
υπομομης και αγαπης
χαρισαι τω σω δουλω.

Ναι, Κυριε Βασιλεα,
δωρησαι μοι του οραν τα εμα πταισματα,
και μη κατακρινειν τον αδελφον μου,
οτι ευλογητος ει εις τους αιωνας των αιωνων. Αμην.



Ηκουσαν οι ποιμενες, των Αγγελων υμνουντων, την ενσαρκον Χριστου παρουσιαν και δραμοντες ως προς ποιμενα, θεωρουσι Τουτον ως αμνον αμωμον, εν τη γαστρι Μαριας βοσκηθεντα, ην υμνουντες ειπον. Χαιρε, αμνου και ποιμενος Μητηρ χαιρε, αυλη λογικων προβατων. Χαιρε, αορατων εχθρων αμυντηριον χαιρε, Παραδεισου θυρων ανοικτηριον. Χαιρε οτι τα ουρανια συναγαλλεται τη γη χαιρε, οτι τα επιγεια συγχορευει ουρανοις. Χαιρε, των Αποστολων το ασιγητον στομα χαιρε, των Αθλοφορων το ανικητον θαρσος. Χαιρε, στερρον της πιστεως ερεισμα χαιρε, λαμπρον της χαριτος γνωρισμα. Χαιρε, δι ης εγυμνωθει ο Αδης χαιρε, δι ης ενεδυθημεν δοξαν.
Χαιρε, Νυμφη Ανυμφευτε.
Θεοδρομον αστερα, θεωρησαντες Μαγοι, τη τουτου ηκολουθησαν αιγλη και ως λυχνον κρατουντες αυτον, δι αυτου ηρευνων κραταιον Ανακτα και φθασαντες τον αφθαστον, εχαρησαν Αυτω βοωντες
Αλληλουια.
Ιδον παιδες Χαλδαιων, εν χερσι της Παρθενου, τον πλασαντα χειρι τους ανθρωπους και Δεσποτην νοουντες Αυτον, ει και δουλου ελαβε μορφην, εσπευσαν τοις δωροις θεραπευσαι, και βοησαι τη ευλογημενη Χαιρε, αστερος αδυτου Μητηρ χαιρε, αυγη μυστικης ημερας. Χαιρε της απατης την καμινον σβεσασα χαιρε, της Τριαδος τους μυστας φωτιζουσα. Χαιρε, τυραννον απανθρωπον εκβαλουσα της αρχης χαιρε, Κυριον φιλανθρωπον επιδειξασα Χριστον. Χαιρε η της βαρβαρου λυτρουμενη θρησκειας χαιρε, η του βορβορου ρυομενη των εργων. Χαιρε, πυρος προσκυνυσιν παυσασα χαιρε, φλογος παθων απαλλαπουσα. Χαιρε, πιστων οδηγε σοφρωσυνης χαιρε, πασων γενεων ευφροσυνη.
Χαιρε, Νυμφη Ανυμφευτε.
Κηρυκες θεοφοροι, γεγονοτες οι Μαγοι, υπεστρεψαν εις την Βαβυλωνα εκτελεσαντες Σου τον χρησμον, και κηρυξαντες Σε τον Χριστον απασιν, αφεντες τον Ηρωδη, ως ληρωδη, μη ειδοτα ψαλλειν
Αλληλουια.
Λαμψας εν τη Αιγυπτω, φωτισμον αληθειας, εδιωξας του ψευδους το σκοτος τα γαρ ειδωλα ταυτης, Σωτηρ, μη ενεγκαντα Σου την ισχυν, πεπτωκεν οι τουτων δε ρυσθεντες εβοων προς την Θεοτοκον. Χαιρε, ανορθωσις των ανθρωπων, χαιρε, καταπτωσις των δαιμονων. Χαιρε, της απατης την πλανην πατησασα χαιρε, των ειδωλων τον δολον ελεγξασα. Χαιρε, θαλασσα ποντισασα Φαραω τον νοητον χαιρε, πετρα η ποτισασα τους διψωντας την ζωην. Χαιρε, πυρινε στυλε. οδηγων τους εν σκοτει χαιρε, σκεπη του κοσμου, πλατυτερα νεφελης. Χαιρε, τροφη του Μαννα διαδοχε χαιρε, τρυφης αγιας διακονε. Χαιρε, η γη της επαγγελιας χαιρε, εξ ης ρεει μελι και γαλα.
Χαιρε, Νυμφη Ανυμφευτε.
Μελλοντος Συμεωνος, του παροντος αιωνος, μεθιστασθαι του απατεωνος, επεδοθης ως βρεφος αυτω, αλλ' εγν' σθης τουτω και Θεος τελειος διοπερ εξεπλαγη Σου την αρρητον σοφια, κραζων
Αλληλουια.




Ανοιξω το στομα μου, και πληρωθησεται πνευματος, και λογον
ερευξομαι, τη Βασιλιδι μητρι και οφθησομαι, φαιδρως πανηγυρι-
ζων, και ασω γηθομενος, ταυτης τα θαυματα.


Χριστου βιβλιον εμψυχον, εσφραγισμενην σε Πνευματι, ο μεγας
Αρχαγγελος, Αγνη θεωμενος, επεφωνει σοι Χαιρε χαρας δοχειον,
δι ης της Προμητορος, αρα λυθησεται.

Αδαμ επανορθωσις, χαιρε Παρθενε Θεονυμφε, του Αδου η νεκρω-
σις χαιρε παναμωμε, το παλατιον, του παντων Βασιλεως χαιρε
θρονε πυρινε, του Παντοκρατορος.

Ροδον το αμαραντον, χαιρε η μονη βλαστησασα το μηλον το ευο-
σμον, χαιρε η τεξασα το οσφραδιον, του μονου Βασιλεως χαιρε
Απειρογαμε, Κοσμου διασωσμα.

Αγνειας θησαυρισμα, χαιρε, δι ης εκ του πτωματος, ημων εξανε-
στημεν χαιρε ηδυπνοον, κρινον Δεσποινα, πιστους ευωδιαζον θυ-
μιαμα ευοσμον, μυρον πολυτιμον.



Τη υπερμαχω στρατηγω τα νικητηρια
Ως λυτρωθεισα των δεινων ευχαριστηρια
Αναγραφω σοι η πολις σου Θεοτοκε.
Αλλ' ως εχουσα το κρατος απροσμαχητον
Εκ παντοιων με κινδυνων ελευθερωσον
Ινα κραζων σοι. χαιρε, Νυμφη ανυμφευτε.



Andreas
Δημοσιεύσεις: 10
Εγγραφή: Παρ Ιούλ 27, 2012 5:11 pm

Re: Χαιρετισμοί

Δημοσίευσηαπό Andreas » Τρί Σεπ 11, 2012 6:16 pm

ΟΥΤΕ ΣΤΟ ΜΟΝΟ ΠΟΥ ΜΠΟΡΩ ΝΑ ΠΡΟΣΦΕΡΩ ΕΔΩ ΜΕΣΑ ΔΕΝ ΕΙΜΑΙ ΣΥΝΕΠΗΣ.
ΒΗΜΑ ΔΕΝ ΕΚΑΝΑ ΠΑΡΑΠΕΡΑ, ΣΤΑ ΙΔΙΑ ΕΧΩ ΜΕΙΝΕΙ ΠΑΛΙ.


Κυριε και Δεσποτα της ζωης μου,
πνευμα αργιας, περιεργιας, φιλαρχιας,
και αργολογιας μη μοι δως.

Πνευμα δε σωφροσυνης, ταπεινοφροσυνης,
υπομονης και αγαπης
χαρισαι τω σω δουλω.

Ναι, Κυριε Βασιλεα,
δωρησαι μοι του οραν τα εμα πταισματα,
και μη κατακρινειν τον αδελφον μου,
οτι ευλογητος ει εις τους αιωνας των αιωνων. Αμην.


Νεαν εδειξε κτισιν, εμφανισας ο Κτιστης, ημιν τοις υπ' αυτου γενομενοις εξ ασπορου βλαστησας γαστρος, και φυλαξας ταυτην, ωσπερ ην, αφθορον ινα το θαυμα βλεποντες, ημνησωμεν αυτην, βοωντες Χαιρε, το ανθος της αφθαρσιας χαιρε, το στεφος της εγκρατειας. Χαιρε, αναστασεως τυπον εκλαμπουσα χαιρε, των Αγγελων τον βιον εμφαινουσα. Χαιρε, δενδρον αγλαοκαρπον, εξ ου τρεφονται πιστοι χαιρε, ξυλον ευσκιοφυλλον, υφ' ου σκεπονται πολλοι. Χαιρε, κυοφορουσα οδηγον πλανεμενοις χαιρε, απογεννωσα λυτρωτην αιχμαλωτοις. Χαιρε, Κριτου δικαιου δυσωπησις χαιρε, πολλων πταιοντων συγχωρησις. Χαιρε, στολη των γυμνων παρρησιας, χαιρε, στοργη παντα ποθον νικωσα.
Χαιρε, Νυμφη Ανυμφευτε.
Ξενον τοκο ιδοντες, ξενωθωμεν του κοσμου, τον νουν εις ουρανον μεταθεντες δια τουτο γαρ ο υψηλος Θεος, επι γης εφανη ταπεινος ανθρωπος, βουλομενος ελκυσαι προς το υψος τους Αυτω βοωντας
Αλληλουια.
Ολος ην εν τοις κατω, και των ανω ουδολως απην ο απεριγραπτος Λογος συγκαταβασις γαρ θεικη, ου μεταβασις δε τοπικη γεγονε και τοκος εκ Παρθενου θεοληπτου, ακουουσης ταυτα Χαιρε, Θεου αχωρητου χωρα, χαιρε, σεπτου μυστηριου θυρα. Χαιρε, των απιστων αμφιβολον ακουσμα, χαιρε, των πιστων αναμφιβολον καυχημα. Χαιρε, οχημα παναγιον του επι των Χερουβιμ, χαιρε, οικημα παναριστον του επι των Σεραφιμ. Χαιρε, η ταναντια εις ταυτο αγαγουσα, χαιρε, η παρθενιαν και λοχειαν ζευγνυσα. Χαιρε, δι' ης ελυθη παραβασις χαιρε, δι' ης ηνοιχθη Παραδεισος. Χαιρε, η κλεις της Χριστου βασιλειας χαιρε, ελπις αγαθων. αιωνιων.
Χαιρε, Νυμφη Ανυμφευτε.
Πασα φυσις Αγγελων κατεπλαγη το μεγα της Σης ενανθρωπησεως εργος τον απροσιτον γαρ ως Θεος, εθεωρει πασι προσιτον ανθρωπον, ημιν μεν συνδιαγοντα, ακουοντα δε παρα παντων ουτως
Αλληλουια.
Ρητορας πολυφθογγους, ως ιχθυας αφωνους, ορωμεν επι Σοι, Θεοτοκε απορουσι γαρ λεγειν το πως και Παρθενος μενεις, και τεκειν ισχυσας ημεις δε το Μυστηριον θαυμαζοντες, πιστως βοωμεν Χαιρε, Σοφιας Θεου δοχειον, χαιρε, προνοιας Αυτου ταμειον. Χαιρε, φιλοσοφους ασοφους δεικνυουσα χαιρε, τεχνολογους αλογους ελεγχουσα. Χαιρε, οτι εμωρανθησαν οι δεινοι συζητηται χαιρε, οτι εμαρανθησαν οι των μυθων ποιηται. Χαιρε, των Αθηναιων τας πλοκας διασπωσα χαιρε, των αλιεων τας σαγηνας πληρουσα. Χαιρε, βυθου αγνοιας εξελκουσα χαιρε, πολλους εν γνωσει φωτιζουσα. Χαιρε, ολκας των θελοντων σωθηναι χαιρε, λιμην των του βιου πλωτηρων.
Χαιρε, Νυμφη Ανυμφευτε.
Σωσαι θελων τον κοσμον, ο των ολων κοσμητωρ, προς τουτον αυτεπαγγελτος ηλθε και ποιμην υπαρχων ως θεος, δι' ημας εφανη καθ' ημας ανθρωπος ομοιω γαρ το ομοιον καλεσας, ως Θεος ακουει
Αλληλουια.



Ανοιξω το στομα μου, και πληρωθησεται πνευματος, και λογον
ερευξομαι, τη Βασιλιδι μητρι και οφθησομαι, φαιδρως πανηγυρι-
ζων, και ασω γηθομενος, ταυτης τα θαυματα.

Χριστου βιβλιον εμψυχον, εσφραγισμενην σε Πνευματι, ο μεγας
Αρχαγγελος, Αγνη θεωμενος, επεφωνει σοι Χαιρε χαρας δοχειον,
δι' ης της Προμητορος, αρα λυθησεται.

Αδαμ επανορθωσις, χαιρε Παρθενε Θεονυμφε, του Αδου η νεκρω-
σις χαιρε παναμωμε, το παλατιον, του παντων Βασιλεως χαιρε
θρονε πυρινε, του Παντοκρατορος.

Ροδον το αμαραντον, χαιρε η μονη βλαστησασα το μηλον το ευο-
σμον, χαιρε η τεξασα το οσφραδιον, του μονου Βασιλεως χαιρε
Απειρογαμε, Κοσμου διασωσμα.

Αγνειας θησαυρισμα, χαιρε, δι' ης εκ του πτωματος, ημων εξανε-
στημεν χαιρε ηδυπνοον, κρινον Δεσποινα, πιστους ευωδιαζον θυ-
μιαμι ευοσμον, μυρον πολυτιμον.



Τη υπερμαχω στρατηγω τα νικητηρια
Ως λυτρωθεισα των δεινων ευχαριστηρια
Αναγραφω σοι η πολις σου Θεοτοκε.
Αλλ' ως εχουσα το κρατος απροσμαχητον
Εκ παντοιων με κινδυνων ελευθερωσον
Ινα κραζων σοι. χαιρε, Νυμφη ανυμφευτε.



Andreas
Δημοσιεύσεις: 10
Εγγραφή: Παρ Ιούλ 27, 2012 5:11 pm

Re: Χαιρετισμοί

Δημοσίευσηαπό Andreas » Τρί Σεπ 11, 2012 6:16 pm

Κυριε και δεσποτα της ζωης μου,
πνευμα αργιας, περιεργιας, φιλαρχιας,
και αργολογιας μη μοι δως.

Πνευμα δε σωφροσυνης, ταπεινοφροσυνης,
υπομονης και αγαπης
χαρισαι τω σω δουλω.

Ναι, Κυριε Βασιλεα,
δωρησαι μοι του οραν τα εμα πταισματα,
και μη κατακρινειν τον αδελφον μου,
οτι ευλογητος ει εις τους αιωνας των αιωνων. Αμην.

ΑΚΟΜΑ ΥΠΟΚΡΙΤΗΣ ΕΙΜΑΙ ΘΕΟΥΛΗ ΜΟΥ
ΗΜΑΡΤΟΝ





Τειχον ει των παρθενων, Θεοτοκε Παρθενε, και παντων των εις Σε προστρεχοντων ο του ουρανου και της γης κατεσκευσασε σε Ποιητης. Αχραντε, οικησας εν τη μητρα Σου, και παντας Σοι προσφωνειν διδαξας Χαιρε, η στηλη της παρθενιας χαιρε, η πυλη της σωτηριας. Χαιρε, αρχηγε νοητης αναπλασεως χαιρε, χορηγε θεικης αγαθοτητος. Χαιρε, Συ γαρ ανεγεννησας τους συλληφθεντας αισχρως χαιρε, Συ γαρ ενουθετησας τους συληθεντας τον νουν. Χαιρε, η τον φθορεα των φρενων καταργουσα χαιρε, η τον σπορεα της αγνειας τεκουσα. Χαιρε, παστας ασπορου νυμφευσεως χαιρε, πιστους Κυριω αρμοζουσα. Χαιρε, καλη κουροτροφε παρθενων χαιρε, ψυχων νυμφοστολε αγιων.
Χαιρε, Νυμφη ανυμφευτε.
Υμνος απας ηπαται, συνεκτεινεσθαι σπευδων, τω πληθει των πολλων οικτηρμων σου ισαριθμους γαρ τη ψαμμω ωδας, αν προσφερωμεν Σοι, Βασιλευ Αγιε, ουδεν τελουμεν αξιον, ων δεδωκας ημιν, τοις Σοι βοωσιν
Αλληλουια.
Φωτοδοχον λαμπαδα, τοις εν σκοτει φανεισαν, ορωμεν την Αγια Παρθενον το γαρ αυλον απτουσα φως, οδηγει προς γνωσιν θεικην απαντας, αυγη τον νουν φωτιζουσα, κραυγη δε τιμωμενη ταυτα Χαιρε, ακτις νοητου Ηλιου, χαιρε, βολις του αδυτου φεγγους. Χαιρε, αστραπη τας ψυχας καταλαμπουσα χαιρε, ως βροντη τους εχθρους καταπληττουσα. Χαιρε, οτι τον πολυφωτον ανατελλεις φωτισμος χαιρε, οτι τον πολυρρυτον αναβλυζεις ποταμον. Χαιρε, της κολυμβηθρας ζωγραφουσα τον τυπον χαιρε, της αμαρτιας αναιρουσα τον ρυπον. Χαιρε, λουτηρ εκπλυνων συνειδησιν χαιρε, κρατηρ κιρνων αγαλλιασιν. Χαιρε, οσμη της Χριστου ευωδιας χαιρε, ζωη μυστικης ευωχιας.
Χαιρε, Νυμφη Ανυμφευτε.
Χαριν δουναι θελησας, οφληματων αρχαιων, ο παντων χρεωλυτης ανθρωπων, επεδημησε δι' Ευατου προς τους αποδημους της Αυτου χαριτος και σχισας το χειρογραφον, ακουει παρα παντων ουτως.
Αλληλουια.
Ψαλλοντες Σου τον τοκον, ανυμνουμεν Σε παντες, ως εμψυχον ναον, Θεοτοκε εν τη Ση γαρ οικησας γαστρι, ο συνεχων παντα τη χειρι Κυριος, ηγιασεν, εδοξασεν, εδιδαξεν βοαν Σοι παντας Χαιρε, σκηνη του Θεου και Λογου χαιρε, Αγια Αγιων μειζων. Χαιρε, κιβωτε χρυσωθεισα τω Πνευματι χαιρε, θησαυρε της ζωης αδαπανητε. Χαιρε, τιμιον διαδημα βασιλεων ευσεβων χαιρε, καυχημα σεβασμιον ιερεων ευλαβων. Χαιρε, της Εκκλησιας ο ασαλευτος πυργος χαιρε, της βασιλειας το απορθητον τειχος. Χαιρε, δι' ης εγειρονται τροπαια χαιρε, δι' ης εχθροι καταπιπτουσι. Χαιρε, χρωτος του εμου θεραπεια χαιρε, ψυχης της εμης σωτηρια.
Χαιρε, Νυμφη Ανυμφευτε.
Ω πανυμνητε Μητερ, η τεκουσα τον παντων Αγιων Αγιωτατον (τρις) δεξαμενη την νυν προσφοραν, απο πασης ρυσαι συμφορας απαντας και της μελλουσης λυτρωσαι κολασεως, τους σοι βοωντας
Αλληλουια.
Τη υπερμαχω στρατηγω τα νικητηρια, Ως λυτρωθεισα των δεινων ευχαριστηρια. Αναγραφω Σοι η πολις Σου, Θεοτοκε.Αλλ'ως εχουσα το κρατος απροσμαχητον, Εκ παντοιων με κινδυνων ελευθερωσον ινα κραζω Σοι
Χαιρε, Νυμφη Ανυμφευτε.


Ανοιξω το στομα μου, και πληρωθησεται πνευματος, και λογον
ερευξομαι, τη Βασιλιδι μητρι και οφθησομαι, φαιδρως πανηγυρι-
ζων, και ασω γηθομενος, ταυτης τα θαυματα.

Χριστου βιβλιον εμψυχον, εσφραγισμενην σε Πνευματι, ο μεγας
Αρχαγγελος, Αγνη θεωμενος, επεφωνει σοι Χαιρε χαρας δοχειον,
δι' ης της Προμητορος, αρα λυθησεται.

Αδαμ επανορθωσις, χαιρε Παρθενε Θεονυμφε, του Αδου η νεκρω-
σις χαιρε παναμωμε, το παλατιον, του παντων Βασιλεως χαιρε
θρονε πυρινε, του Παντοκρατορος.

Ροδον το αμαραντον, χαιρε η μονη βλαστησασα το μηλον το ευο-
σμον, χαιρε η τεξασα το οσφραδιον, του μονου Βασιλεως χαιρε
Απειρογαμε, Κοσμου διασωσμα.

Αγνειας θησαυρισμα, χαιρε δι' ης εκ του πτωματος, ημων εξανε-
στημεν χαιρε ηδυπνοον, κρινον Δεσποινα, πιστους ευωδιαζον θυ-
μιαμι ευοσμον, μυρον πολυτιμον.



Άβαταρ μέλους
minos
Δημοσιεύσεις: 203
Εγγραφή: Τρί Ιούλ 31, 2012 3:39 pm
Τοποθεσία: Στάθης Θεσσαλονικιος

Re: Χαιρετισμοί

Δημοσίευσηαπό minos » Παρ Δεκ 27, 2013 10:07 am

Οἱ Χαιρετισμοί εἰς τήν Ὑπεραγίαν Θεοτόκον

Ἦχος πλ. δ' Αὐτόμελον.
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνη τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη ὁ Ἀσώματος, λέγων τη Ἀπειρογάμω: ὁ κλινας τη καταβάσει τοὺς οὐρανούς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε!

Ἦχος πλ. δ' Αὐτόμελον.
Τη ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν στάσιν τῶν Χαιρετισμῶν.

ΣΤΑΣΙΣ Α'.
Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (γ΄)
Υπεραγία Θεοτόκε σωσον ημας· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε͵ ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα:

Χαῖρε͵ δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε͵ δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει· χαῖρε͵ τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε͵ τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις· χαῖρε͵ ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε͵ βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς· χαῖρε͵ ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε͵ ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα· χαῖρε͵ ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε͵ γαστὴρ ἐνθέου σαρκώσεως· χαῖρε͵ δι΄ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε͵ δι΄ ἧς βρεφουργειται ο Κτίστης· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·

Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ χαῖρε͵ σιγῇ δεομένων πίστις· χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον· χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν· χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα· χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα· χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα· χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα· χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν· χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις· χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα· χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· Ἀλληλούϊα.

῎Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων· χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον· χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς· χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος· χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα· χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·

Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας· χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα· χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν· χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων· χαῖρε͵ πυρὸς προσκύνησιν παύσασασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα· χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων· χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα· χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν· χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης· χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε· χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.

Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ΄ αὐτοῦ γενομένοις͵ ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην͵ ὥσπερ ἦν͵ ἄφθορον͵ ἱνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες·

Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε͵ τὸ στέφος τῆς ἐγκρατείας· χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα· χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵ ὑφ΄ οὗ σκέπονται πολλοί· χαῖρε͵ κυοφοροῦσα οδηγόν πλανωμένοις· χαῖρε͵ ἀπογεννῶσα λυτρωτήν αιχμαλώτοις· χαῖρε͵ Κριτοῦ δικαίου δυσώπησις· χαῖρε͵ πολλῶν πταιόντων συγχώρησις· χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς οὐρανόν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵ βουλόμενος ἑλκυσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ΄ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή͵ οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·

Χαῖρε͵ Θεοῦ ἀχωρήτου χώρα· χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα· χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα· χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε͵ οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ· χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα· χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις· χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος· χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον͵ ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων ούτως· Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί͵ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν·

Χαῖρε͵ σοφίας Θεοῦ δοχεῖον· χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον· χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα· χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί· χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα· χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα· χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεὸς δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς άνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν παρθένων͵ Θεοτόκε Παρθένε͵ καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε Ποιητής͵ ἄχραντε͵ οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντα σοι προσφωνεῖν διδάξας·

Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας· χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας· χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος· χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν· χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα· χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα· χαῖρε͵ καλὴ κουροτρόφε παρθένων· χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γαρ τη ψάμμω ᾠδὰς, ἂν προσφέρωμέν σοι͵ Βασιλεῦ ἅγιε͵ οὐδὲν τελοῦμεν ἄξιον͵ ὧν δέδωκας ημιν τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας͵ αὐγῇ τὸν νοῦν φωτίζουσα͵ κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε͵ βολις τοῦ ἀδύτου φέγγους· χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα· χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε͵ ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν· χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε͵ τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον· χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν· χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων͵ ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν Τόκον, ανυμνοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν͵ Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν͵ ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· χαῖρε͵ ἁγία ἁγίων μείζων· χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε· χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν· χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος· χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια· χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι· χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε ψυχῆς τῆς ἐμῆς σωτηρία· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ὦ Πανύμνητε Μητερ͵ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (γ΄)͵ δεξαμένη τὴν νῦν προσφοράν͵ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.

Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς. Ἦχος πλ. δ' Αὐτόμελον.
Τη ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.


"ου κατώκει εν μέσω της οικίας μου ποιών υπερηφανίαν"


Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 1 και 0 επισκέπτες