Ακολουθία Αγίου Στεφάνου

Κείμενα και αρχεία ήχου και εικόνας των Ακολουθιών - Κανόνων των Μεγάλων Εορτών και του εορτασμού της μνήμης των Αγίων.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
Captain Yiannis
Δημοσιεύσεις: 250
Εγγραφή: Σάβ Ιούλ 28, 2012 4:51 pm

Ακολουθία Αγίου Στεφάνου

Δημοσίευσηαπό Captain Yiannis » Τρί Σεπ 11, 2012 5:34 pm

27 ΔΕΚΕΜΒΡΙΟΥ
Τῦ Ἁγίου Πρωτομάρτυρος καί Ἀρχιδιακόνου Στεφάνου
,
καί τοῦ Ὁσίου Πατρός ἡμῶν καί Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορός
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος δ' Ταχὺ προκατάλαβε
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε, σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν˙ Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Δόξα Πατρί... τοῦ Ὁσίου Ἦχος πλ. δ'
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρᾳ τοῦ Πνεύματος˙ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Καὶ νῦν...
Ἀπολυτίκιον Ἦχος δ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
________________________________________Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς Ἦχος α' - Τοῦ λίθου σφραγισθέντος
ὁ α’ χορός
Ὁ θρόνῳ πυριμόρφῳ, ἐν ὑψίστοις καθήμενος, σὺν Πατρὶ τῷ Ἀνάρχῳ, καὶ τῶ θείω σου Πνεύματι, εὐδόκησας τεχθῆναι ἐν σαρκί, ἐκ Κόρης ἀπειράνδρου Ἰησοῦ, διὰ τοῦτο καὶ ἀστὴρ σε, τοῖς ἐκ Περσίδος Μάγοις καθυπέδειξε. Δόξα τῇ παναγάθῳ σου βουλῇ, δόξα τῇ ἐπιφανείᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς ἄκρᾳ συγκαταβάσει σου.
ὁ β’ χορός
Δόξα Πατρὶ... Καὶ νῦν... Τὸ αὐτὸ
Ὁ θρόνῳ πυριμόρφῳ,...
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τοῦ Ἁγίου Ἦχος δ' - Κατεπλάγη Ἰωσὴφ
ὁ α’ χορός
Τὴν τοῦ Πνεύματος πηγήν, ἐν τῇ καρδίᾳ μυστικῶς, κεκτημένος τοῦ Χριστοῦ, ὁ Πρωτομάρτυς ἀληθῶς, τῶν Ἰουδαίων ἀπήλεγξε τὴν αὐθάδειαν, καὶ ἔδειξεν αὐτοῖς, τόν Υἱὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Δαυΐδ, ἀναβλαστήσαντα, τῷ τῆς σοφίας καὶ χάριτος πληρώματι, πεπληρωμένος ὁ ἔνδοξος. Ἀλλ' ὢ Τρισμάκαρ, τοὺς σὲ τιμῶντας, σῷζε θείαις πρεσβείαις σου.
ὁ β’ χορός
Δόξα Πατρὶ... Καὶ νῦν... Τῆς Ἑορτῆς Ὅμοιον
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός, πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς, ηὐδόκησεν, ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὢν, ὃ οὐκ ἦν δι' ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. ________________________________________
Ὁ Ν' ψαλμὸς χύμα
ΚΑΝΟΝΕΣ
Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.

ᾠδὴ α' Ἦχος α'
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται΄ τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς΄ ὅτι δεδόξασται.
Ὁ Κανὼν τοῦ Πρωτομάρτυρος.
Ἰωάννου Μοναχοῦ
ᾠδὴ α' Ἦχος πλ. α' -Ἵππον καὶ ἀναβάτην
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δεῦτε Στέφανον ὕμνοις, τὸν πρωτομάρτυρα, τῆς Χριστοῦ Ἐκκλησίας, ἐνδόξως στεφανώσωμεν, καὶ θείᾳ στεφόμενοι, τοῦ Στεφάνου χάριτι, ἐπινίκιον ὕμνον ᾄσωμεν.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φέρων τοῦ Διδασκάλου, τὸ πρᾷον φρόνημα, καὶ τὴν ἐκ τῆς ἀγάπης, ὑψοποιὸν ταπείνωσιν, ἀξίως ὁ Στέφανος, Διακόνων πρόκριτος, καὶ προστάτης χηρῶν γεγένηται.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ πρὸς ἐπικουρίαν, τῶν Ἀποστόλων Χριστοῦ, ἐπαξίως ἐκλήθης, καὶ ὡς πιστὸς Διάκονος, φερώνυμε Στέφανε, χρηματίσας ἔνθα Χριστός, δι' αἵματος μεταβέβηκας.
ὁ β΄ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὺ μὲν ὑπὲρ ἀνθρώπων, Χριστὲ τὸν ἄνθρωπον, ἐκ Παρθένου φορέσας, ὡς βρέφος ἐσπαργάνωσαι, ὁ σὸς δὲ χωννύμενος, Πρωτομάρτυς λίθων βολαῖς, τὸν ἄνθρωπον ἀποδύεται.
Κανὼν τοῦ Ὁσίου
ᾠδὴ α' Ἦχος δ' - Θαλάσσης τὸ ἐρυθραῖον
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν τίτλον τῆς σῆς τιμίας ὄψεως, ἰδόντα παραχωρεῖ, τὰ Χερουβὶμ τοῦ ξύλου τῆς ζωῆς, ἡ φλογίνη ῥομφαία δέ, πανευλαβῶς τὰ νῶτά σοι, δίδωσι πάνσοφε Θεόδωρε.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ τίτλος τῇ κορυφῇ ἐπέκειτο, τοῦ Βασιλέως Χριστοῦ, ἐγεγγραμμένος ξύλῷ τοῦ Σταυροῦ, ὁ σὸς τίτλος δὲ Πάνσοφε, ὄψει τῇ σῇ κεκόλαπται, κεχαραγμένος εὐπρεπέστατα.
ὁ α’ χορός
Δόξα Πατρί...
Ὑψώθη ἐπὶ Σταυροῦ μὲν Κύριος, καὶ διενύγη πλευράν, σὺ δὲ ταθεὶς ἐν καμίνῳ καρτερῶς, τὰς κεντήσεις ὑπέμεινας, ὥσπερ κριὸς ἐπίσημος, Ἱερομύστα σφραγιζόμενος.
ὁ β΄ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Σοφίας τῆς ὑπερσόφου γέγονας, δοχεῖον Πάναγνε, Θεογεννῆτορ μόνη τῶν πιστῶν, σωτηρία καὶ ὕμνησις, σὺ γὰρ ἡμῖν γεγέννηκας, τὴν πάντων θείαν ἀπολύτρωσιν.
ᾠδὴ γ'
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν΄ ὁ δι' ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια΄ τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Τοῦ Ἁγίου
ᾠδὴ γ'
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ πήξας ἐπ οὐδενός
Νομίμως ὡς Χριστοῦ, στρατιώτης ὁ Στέφανος, πρὸς τοὺς θεοκτόνους παραταξάμενος, τὸ ἀκαταγώνιστον αὐτοῦ, σθένος ἐνδεδυμένος, τῶν παρανόμων ἐθριάμβευσεν, ἅπασαν τὴν βλάσφημον αἵρεσιν.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῷ ζήλῳ τῆς Χριστοῦ, πυρωθεὶς ἀγαπήσεως, καὶ πρὸς τοὺς ἀγῶνας ἀποδυσάμενος, πίστεως καὶ Πνεύματος πλησθείς, θείου ὁ Πρωτομάρτυς, τῶν Ἁλιέων ἐβεβαίωσε, πᾶσι τὸ θεόκριτον κήρυγμα.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς κῆρυξ τῆς κεκρυμμένης, ὄντως καὶ θείας ζωῆς, τῆς παρούσης ὥσπερ ἐπιλαθόμενος, ἔργῳ διαδείκνυσι σαφῶς, πᾶσιν ὁ Πρωτομάρτυς, τροπαιοφόρον τὴν ἀλήθειαν, ἄριστα προκρίνας τὸν θάνατον.
ὁ β΄ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τοῦ βίου δι' ἡμᾶς, ὁ Δεσπότης τὸ σπήλαιον, ὑπεισῆλθε τρόπῳ συγκαταβάσεως, ὁ δὲ τῶν Μαρτύρων ἀρχηγός, Στέφανος τὴν σπιλάδα, τὴν ἀνθρωπίνην ὑπεξέρχεται, πόθῳ τοῦ Δεσπότου βαλλόμενος.
Τοῦ Ὁσίου
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐφραίνεται ἐπὶ σοὶ
Οὐκ ἔχων ὅ,τι ταῖς σαῖς, διδασκαλίαις ἀντειπεῖν Ὅσιε, ἐπ΄ αἰκισμοὺς στρέφεται, ὁ βαρβαρικῆς βίας ἔμπλεως.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπέστης καρτερικῶς, τὰς ἐπὶ νῶτον καὶ στηθῶν μάστιγας, διὰ Χριστὸν θεόπνευστε, καὶ τὰ ἐπὶ κόῤῥης ῥαπίσματα.
ὁ α’ χορός
Δόξα Πατρί...
Σοφίᾳ πνευματικῇ, καὶ προθυμία λογισμοῦ ᾔσχυνας, τὸν δυσσεβῆ Λέοντα, τοῖς ἱερωτάτοις σου δόγμασιν.
ὁ β΄ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Δαυΐδ καθὰ κιβωτόν, ἐν Βηθλεὲμ προφητικοῖς ὄμμασι, Μήτηρ Θεοῦ βλέπει σε, βρέφος τὸν ὑπέρθεον φέρουσαν.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,...
Κάθισμα Ἦχος α'
ὁ β΄ χορὸς
Τὸν τάφον σου Σωτὴρ
Ἀπόστολε Χριστοῦ, Διακόνων ὁ πρῶτος, Πρωτόαθλε σοφέ, τῶν Μαρτύρων ἀκρότης, ὁ κόσμου τὰ πέρατα, ἁγιάσας τοῖς ἄθλοις σου, καὶ τοῖς θαύμασι, ψυχὰς ἀνθρώπων λαμπρύνας, τούς τιμῶντάς σε, ῥῦσαι παντοίων κινδύνων, πανεύφημε Στέφανε.
ὁ α’ χορός
Δόξα Πατρὶ... Τοῦ Ὁσίου Ἦχος γ'
Θείας πίστεως
Στόμα πέφηνας τῆς παρρησίας, θράσος τύραννον, μεγαλοφρόνως, καταισχύνας καρτερίᾳ τῶν ἄθλων σου΄ ἐκκεντηθεὶς γὰρ τὰς ὄψεις Θεόδωρε, διὰ Χριστοῦ τὴν εἰκόνα τὴν πάνσεπτον, ἐβεβαίωσας, τιμᾶν καὶ δοξάζειν ἅπαντας, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β΄ χορὸς
Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἦχος ὁ αὐτὸς
Τὴν ὡραιότητα
Θαῦμα παράδοξον, γέγονε σήμερον, ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι' ἡμᾶς, καθὼς αὐτὸς ἐπίσταται. Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν. Ποιμένες μέτ' Ἀγγέλων τε, ἐδοξολόγουν αὐτόν, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν αὐτῷ...
ὁ α’ χορός
...Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.
ᾠδὴ δ'
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους΄ ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι΄ Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ Ἁγίου
ᾠδὴ δ'
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν θείαν ἐννοήσας
Κατήγορος κριτής τε καὶ ἄδικος, ὁ βροτοκτόνος καὶ πατήρ, τοῦ ψεύδους Στέφανε δείκνυται, ἀλλ' ἑαυτὸν ἀνατρέπει, τοὺς βρόχους καθ' ἑαυτοῦ τεκτηνάμενος.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ μέγας τῆς ἀθλήσεως πρόβολος, ἀντ’ οὐδενὸς τοῦ δυσμενοῦς, τυράννου κρίνας τὴν ἔφοδον, καταπαλαίει ἀνδρείως, ἐντέχνως ὑποβὰς τὸν ἀντίπαλον.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς πρῶτος τῶν Μαρτύρων ὁ Στέφανος, ὁδοποιήσας ἐν ἡμῖν, τοῦ Μαρτυρίου τὴν εἴσοδον, στεφανηφόρος χορεύει, τῷ στέφει τῶν Μαρτύρων στεφόμενος.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐκλάμψας ἐκ Παρθένου ὡς Ἥλιος, συνανατέλλουσαν Χριστέ, ὡς Ἑωσφόρον τὴν ἔνδοξον, τοῦ Πρωτομάρτυρος μνήμην, τῇ σῇ καταγλαΐζεις φαιδρότητι.
Τοῦ Ὁσίου
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπαρθέντα σε ἰδοῦσα
Ἐφηπλωμένος σανίδι κατεκεντήθης, ὡς προσκυνῶν Θεόδωρε, Χριστοῦ τὴν εἰκόνα, καὶ τῆς Θεομήτορος, Θρᾳκὸς ἀγριότητι, καὶ βαρβαρικῇ ἰταμότητι.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λειτουργήσας ἐκ νεότητος τῷ Δεσπότῃ, καὶ πρὸς αὐτὸν ἀνένδοτον τὴν ἄφεσιν ἔχων, Μάκαρ δι' ἀσκήσεως, Μαρτύρων ἐν αἵματι, αὖθις ἐκοσμήθης φαιδρότατα.
ὁ β΄ χορὸς
Δόξα Πατρί...
Φαεινότατος ὡς ἥλιος Θεοφόρε, ἀνατολῆς ἐξώρμησας, ἀκτῖνας ἐκπέμπων, τῆς ὁμολογίας σου, καὶ τῆς μεγαλόφρονος, καὶ γενναιοτάτης ἐνστάσεως.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Εὐλογημένος ὁ ἐρχόμενος Θεὸς Λόγος, ἐν Βηθλεὲμ ὡς εὔσπλαγχνος, ἐξ ἀπειρογάμου, Πάναγνε κοιλίας σου, ὃν νῦν ἐκδυσώπησον,...
ὁ β΄ χορὸς
...σῶσαι τοὺς πρὸς σὲ καταφεύγοντας.
ᾠδὴ ε'
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
Θεὸς ὢν εἰρήνης,...
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος΄ δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν ἐν πίστει ἀνυμνήσωμεν.
Τοῦ Ἁγίου
ᾠδὴ ε'
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ ἀναβαλλόμενος
Ἔλαμψεν ὡς Ἄγγελος, ὁ Πρωτομάρτυς σου, τῶν οὐρανίων Χριστὲ ἁψίδων, γεγονὼς ὑπέρτερος, καὶ δόξης ἀῤῥήτου, ἐμφορηθεὶς Φιλάνθρωπε.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ἀκαταγώνιστος, τοῦ Πρωτομάρτυρος, τοῦ θείου ζήλου ἡ παῤῤησία, καὶ γὰρ μέχρις αἵματος, πρὸς τοὺς θεοκτόνους, ἀνδρείως παρετάξατο.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θεηγόρου στόματος, νιφάσιν ἔβαλε, τοὺς μιαιφόνους ὁ Πρωτομάρτυς, ὑπ' αὐτῶν ἀπείροις δέ, τῶν λίθων νιφάσιν, ὡς νικητὴς ἐστέφετο.
ὁ β΄ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τὸν ἐπιδημήσαντα, ἐξ ἀπειράνδρου Μητρός, ὁ Πρωτομάρτυς ἐν ἀκινήτῳ, τοῦ Πατρὸς θεότητι, ἐστῶτα καὶ δόξῃ, ἐν οὐρανοῖς τεθέαται.
Τοῦ Ὁσίου
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ Κύριέ μου φῶς
Γῆν ξένην κατοικῶν, ξενιτείας ἐπ' ἄλγεσιν, ἀλγήματα ἐξορίας, καὶ φρουρὰς ὠμοτάτας, ὑπέστης καρτερόψυχε.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νῦν χαίρεις ἀληθῶς, νικηφόρον στεφάνωμα, δεξάμενος ἐν ἡμέρᾳ τῇ φαιδρᾷ καὶ φωσφόρῳ τοῦ θείου Πρωτομάρτυρος.
ὁ α’ χορός
Δόξα Πατρί...
Ἣν ἔσχες ἐκ παιδός, εὐσεβῶς ὑπόθεσιν, ἐτήρησας μέχρι τέλους, ἀπερίτρεπτος μείνας, ἀήττητε Θεόδωρε.
ὁ β΄ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Σὲ ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας,...
ὁ α’ χορός
...Θεόνυμφε κεκτήμεθα.
ᾠδὴ Ϛ'
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
Σπλάγχνων Ἰωνᾶν,...
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται΄ τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Τοῦ Ἁγίου
ᾠδὴ ς'
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαινομένην κλύδωνι
Ὁ κλεινὸς ταξίαρχος τῶν Μαρτύρων, Στέφανος πιστοί, τοὺς θεσμοὺς τῆς φύσεως τῇ χάριτι, ἐκβεβηκώς, τῇ θείᾳ δόξῃ αὐγάζεται.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μιμητὴς πανάριστος χρηματίσας, Δέσποτα Χριστέ, τοῦ τιμίου πάθους σου ὁ Στέφανος, τοὺς φονευτάς, δι' εὐλογίας ἀμύνεται.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μιαιφόνου πράξεως, ἀμετόχους, φύλαττε Χριστέ, καὶ τοῦ Πρωτομάρτυρος ἀξίωσον, τοὺς ὑμνητάς, τῆς κληρουχίας ὡς εὔσπλαγχνος.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Παγκοσμίου γέγονε σωτηρίας, Δέσποτα Χριστέ, ἀπαρχὴ ὁ τόκος σου, καὶ Μάρτυσι, θεοπρεποῦς, Ὁμολογίας ὑπόθεσις.
Τοῦ Ὁσίου
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θύσω σοι, μετὰ φωνῆς
Ἱδρῶτι, τῶν ἀγώνων εἰσέτι σταζόμενος, Ἀγωνοθέτῃ παρέστης, τῷ δικαίᾳ κρίσει, πᾶσαν τὴν Κτίσιν, κυβερνῶντι, θεοφόρε παμμάκαρ Θεόδωρε.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐδὲν σε, τῆς εἰς Χριστὸν ἀγάπης ἐχώρισεν, οὐκ αἰκιζόμενον σῶμα, οὐ θανάτου ψῆφος ἀπειλουμένη, οὐ ζημία, τῶν προσόντων θεόφρον Θεόδωρε.
ὁ β΄ χορὸς
Δόξα Πατρί...
Υἱὸς ὤν, καὶ φωτὸς τῆς ἡμέρας Θεόδωρε, πλήρης φωτὸς μετετέθης, πρὸς τὸ φῶς τὸ θεῖον αὐξανομένης, τῆς ἡμέρας, καὶ νυκτὸς μειουμένης θεόληπτε.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Σὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ἐκ τῆς γαστρός σου Λόγος προέρχεται.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον τοῦ Πρωτομάρτυρος
Ἦχος γ'
Ἡ Παρθένος σήμερον
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει, καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει, χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται, δι' αὐτὸν καὶ τελειοῦται, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Ὁ Οἶκος
Ὡς ἀστὴρ φαεινὸς σήμερον συνεξέλαμψε, τῇ Γεννήσει Χριστοῦ, ὁ Πρωτομάρτυς Στέφανος, ἀστράπτων καὶ φωτίζων τὰ πέρατα ἅπαντα, τῶν Ἰουδαίων μόνον ἠμαύρωσε τὴν πᾶσαν δυσσέβειαν, σοφίας λόγοις τούτους διελέγξας, ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ πείθων τούτους, τὸν γεννηθέντα ἐκ τῆς Παρθένου Ἰησοῦν, Υἱὸν αὐτόν εἶναι Θεοῦ, κατῄσχυνε τούτων τὴν ἀσεβῆ κακουργίαν, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Συναξάριον
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Στίχοι
• Λόγων στεφάνοις, οἷα τιμίοις λίθοις,
• Στέφω Στέφανον, ὃν προέστεψαν λίθοι.
• Εἰκάδι λαΐνεος Στέφανον μόρος ἑβδόμῃ εἶλεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Γραπτοῦ, ἀδελφοῦ Θεοφάνους τοῦ Ποιητοῦ.
Στίχοι
• Αὐχεῖν ἔχει τι καὶ Θεόδωρος μέγα,
• Ἐκ γῆς ἀπαίρων, ὡς μέγα, στίξις θέας.

Στίχοι Ἰαμβικοί, γραφέντες τῷ προσώπῳ τοῦ ἁγίου Θεοδώρου, καὶ ἀδελφοῦ αὐτοῦ Θεοφάνους, παρὰ Θεοφίλου βασιλέως, ἐν σιδήρῳ πυρωθέντι.

• Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,
• Ὅπου πάναγνοι τοῦ Θεοῦ Λόγου πόδες
• Ἔστησαν, εἰς σύστασιν τῆς οἰκουμένης,
• Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ,
• Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.
• Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας,
• Πράξαντες δεινὰ αἰσχρὰ δυσσεβοφρόνως,
• Ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.
• Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες,
• Οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.
• Ὅθεν γραφέντες ὡς κακοῦργοι, τὴν θέαν,
• Κατακρίνονται καὶ διώκονται πάλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαυρικίου, καὶ τῶν σὺν αὐτῷ ἑβδομήκοντα Μαρτύρων.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Λουκᾶς ὁ Τριγλινός, ἤτοι ὁ ἐκ Μουδανίων, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
________________________________________ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α' Ἦχος α'
Ἰαμβικαὶ
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
ὁ β΄ χορὸς
ᾠδὴ γ'
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδούς...
ὁ α’ χορός
...τῇ βάσει τῆς πίστεως.
ὁ β΄ χορὸς
ᾠδὴ δ'
Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν,εἰς ἀνάπλασιν Λόγος.
ὁ α΄ χορὸς
ᾠδὴ ε'
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.
ὁ β’ χορός
ᾠδὴ Ϛ'
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.
ὁ α΄ χορὸς
ᾠδὴ ζ'
Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν, Εἰς αἰῶνας εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠδὴ η'
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον
Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.
________________________________________
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’Ὁ εἱρμὸς
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον
τοῦ Πρωτομάρτυρος
ὁ α’ χορός
Ἐπεσκέψατο ἡμᾶς
Στέφανος σοι ὡς Βασιλεῖ, ἔμψυχος προσενήνεκται, νῦν τῆς σαρκὸς ἐκδημήσας, τῷ ἐνδημήσαντι σαρκί, Θεῷ τῷ παντοκράτορι, δι' ὃν καὶ τὸν ἀγῶνα, ἐνδόξως ἐτέλεσεν.
Ἕτερον
ὁ β’ χορός
Τοῖς μαθηταῖς συνέλθωμεν
Ὁ πλήρης θείας χάριτος, καὶ δυνάμεως ὄντως, τερατουργῶν διήλεγχε, θεοκτόνων τὰ στίφη, διακενῆς μελετῶντα΄ ὑψηγόρῳ δὲ γλώττῃ, θεολογῶν ὁ Στέφανος, τοῦ Πατρός δεξιόθεν, τὸν Ἰησοῦν, καθορῶ νῦν ἔφησεν ἑστηκότα, πρὸς ὃν λιθολευστούμενος στεφηφόρος ἀνῆλθεν.
τῆς Ἑορτῆς, μετὰ καὶ τοῦ Στεφάνου πάλιν
ὁ α’ χορός
Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, συναΐδος Λόγος, καὶ συμφυὴς καὶ σύνθρονος, ἐκ Παρθένου γεννᾶται, ἐν Βηθλεὲμ νῦν ὡς βρέφος, ὃν Θεὸν καὶ Σωτῆρα, ὁ Πρωτομάρτυς Στέφανος, ἀριδήλως κηρύξας, ὑπὸ χειρῶν, μιαιφόνων χαίρων λιθολευστεῖται, καὶ στεφηφόρος ἄνεισι, πρὸς αὐτὸν μετὰ δόξης.
________________________________________ΑΙΝΟΙ
Ἦχος β’
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἦχος β' Κυπριανοῦ
Ἀθλοφορικὸν στέφανον, τῷ Πρωτάθλῳ οἱ πιστοὶ πλέξωμεν, ἐκ λογικῶν ἀνθέων, αὐτὸς γὰρ τὴν τῶν Μαρτύρων προητοίμασεν ὁδόν, καὶ ἐν χαρᾷ ἀνεβόα΄ Ἰδοὺ τοὺς οὐρανούς ἀνεῳγμένους θεωρῶ, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἐστῶτα τοῦ ἀοράτου Πατρός
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἦχος β' Ἀνατολίου
Ἁγιωσύνην ἐνεδύσω, Στέφανε μακάριε, Πρωτομάρτυς καὶ Πρωτοδιάκονε, τῶν Ἀγγέλων συμμέτοχε, δυσωπήθητι, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα Κύριον τόν ἀναμάρτητον.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ αὐτός, τοῦ αὐτοῦ
Πρῶτος ἐν Διακόνοις, πρῶτος καὶ ἐν Μάρτυσιν ἐδείχθης, πανάγιε Στέφανε, ὁδός γὰρ ἐγένου τοῖς ἁγίοις, καὶ πολλοὺς τῷ Κυρίῳ προσήγαγες Μάρτυρας, διὸ οὐρανός σοι ἠνοίγη, καὶ Θεὸς σοι ἐφάνη. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
ὁ αὐτός, τοῦ αὐτοῦ
Τὸν Πρωτομάρτυρα, καὶ γενναῖον τοῦ Χριστοῦ θεράποντα, Στέφανον τὸν Πρωτοδιάκονον, ἐπαξίως τιμήσωμεν οὗτος γὰρ ἔστως ἐν μέσῳ παρανόμων ἐν δεξιᾷ Πατρὸς Υἱόν ἐθεάσατο.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος δ' Ἰωάννου Μοναχοῦ
Στέφανε ἔνδοξε, οὐρανοπολῖτα, Χριστοῦ θεράπον μακάριε, πρεσβείαν ποίησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ αὐτός, τοῦ αὐτοῦ
Στέφανος, ἡ καλὴ ἀπαρχὴ τῶν Μαρτύρων, ὁ πλήρης χάριτος καὶ δυνάμεως, ὁ ποιῶν σημεῖα καὶ τέρατα, μεγάλα ἐν τῷ λαῷ ὑπὸ ἀνόμων ἐλιθάζετο, ἀλλ' ἐξέλαμψεν ὡς Ἄγγελος, καὶ θεωρεῖ τὴν δόξαν, σοῦ τοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ τῷ Πνεύματι τῆς χάριτος, εἰς οὐρανοὺς ἀνελαμβάνετο, καὶ διὰ τοῦτο, ταῖς χοροστασίαις τῶν Ἀγγέλων συναυλιζόμενος, πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Δόξα Πατρὶ... Ἦχος πλ. α' Κυπριανοῦ
Πρωτομάρτυς Ἀπόστολε καὶ Πρωτοδιάκονε, ἡ πύλη τῶν Μαρτύρων, ἡ δόξα τῶν Δικαίων, τῶν Ἀποστόλων τὸ καύχημα, σὺ οὐρανοὺς ἐθεάσω ἀνεῳγμένους, ἐν τῷ σταδίω ἐστώς΄ καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἐστῶτα τοῦ ἀοράτου Πατρός, διό, ὡς Ἄγγελος ἐκλάμψας τῷ προσώπῳ , ἐν χαρᾷ ἀνεκραύγαζες ὑπὲρ τῶν λιθαζόντων. Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ νῦν αἴτησαι, τοῖς ἐκ πόθου εὐφημοῦσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Καὶ νῦν... ὁ αὐτὸς
Ἰωάννου Μοναχοῦ
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τίκτει ἐν σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως, φάτνῃ ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν. Ποιμένες θαυμάζουσι, Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι. Δόξα ἐν ὑψίστοις Θεῷ , καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις γὰρ εὐδόκησεν, ἀναλλοιώτως ὁ Ἐμμανουήλ.
________________________________________Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος δ' Ταχὺ προκατάλαβε
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε, σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν, Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Συνέχεια .........



Άβαταρ μέλους
Captain Yiannis
Δημοσιεύσεις: 250
Εγγραφή: Σάβ Ιούλ 28, 2012 4:51 pm

Re: Ακολουθία Αγίου Στεφάνου

Δημοσίευσηαπό Captain Yiannis » Τρί Σεπ 11, 2012 5:34 pm

Συνέχεια ....

27 ΔΕΚΕΜΒΡΙΟΥ
Τῦ Ἁγίου Πρωτομάρτυρος καί Ἀρχιδιακόνου Στεφάνου, καί τοῦ Ὁσίου Πατρός ἡμῶν καί Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α’ Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός
Στίχ.β’ ᾽Εν βουλῇ εὐθέων καί συναγωγῇ, μεγάλα τά ἔργα Κυρίου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ α’ χορός
Στίχ.γ’᾽Εξεζητημένα εἰς πάντας τά θελήματα αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς
ὁ β’ χορός
Στίχ.δ’ ᾽Εξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς
ὁ α’ χορός
Δόξα Πατρὶ...
ὁ β’ χορός
Καί νῦν...
ἀμφότεροι οἱ χοροὶ ὁμοῦ
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Ἀντίφωνον Β'
Ἦχος ὁ αὐτὸς.
ὁ β’ χορός
Στίχ. α’ Μακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
ὁ α’ χορός
Στίχ. β’ Δυνατόν ἐν τῇ γῇ ἔσται τό σπέρμα αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
ὁ β’ χορός
Στίχ. γ’ Δόξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
ὁ α’ χορός
Στίχ. δ’ ᾽Εξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
ὁ β’ χορός
Δόξα πατρὶ...
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ...
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ'
ὁ α’ χορός
Στίχ. α’ Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἀπολυτίκιον Ἦχος δ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Στίχ. β’ ῾Ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.
῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν...

Στίχ. γ’ Μετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ῾Αγίων σου.
῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν...
Εἴσοδος.
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ὁ ἐκ Παρθένου τεχθείς,...
ὁ β’ χορὸς
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ὁ β’ χορὸς
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος δ' Ταχὺ προκατάλαβε
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε, σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν, Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός
τοῦ Ὁσίου Ἦχος πλ. δ'
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρᾳ τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Τοῦ Ναοῦ
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
τὸ Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι΄ δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
________________________________________ Τρισάγιον.
________________________________________
Ἀπόστολος
Τοῦ Πρωτομάρτυρος· (Πράξ. ς´ 8-15, ζ´ 5, 47-60)
Προκείμενον ἦχος δ’
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Ἐν ταῖς ἡμεραῖς ἐκείναις, Στέφανος πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ͵ καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς͵ καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον͵ ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας͵ Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεύς· Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν, καὶ εἶπε πρὸς αὐτόν· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα»; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. Ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον. (Ματθ. κα´ 33-42),
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην·῎Ανθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, ᾽Εντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ ᾽Ιησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
________________________________________Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
________________________________________Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
________________________________________
Κοινωνικόν
ὁ β’ χορός
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις
«῾Ο ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθείς διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...».




Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 3 και 0 επισκέπτες