Κανών Ακολουθίας οσ. Αμφιλοχίου Μακρή υπό Χαραλάμπους Μπούσια

Παρακλητικοί Κανόνες στον Κύριο, την Παναγία και τους Αγίους. Κείμενα και ηχογραφήσεις.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
Νίκος
Διαχειριστής
Δημοσιεύσεις: 6863
Εγγραφή: Παρ Ιούλ 27, 2012 11:05 am
Τοποθεσία: Κοζάνη

Κανών Ακολουθίας οσ. Αμφιλοχίου Μακρή υπό Χαραλάμπους Μπούσια

Δημοσίευσηαπό Νίκος » Πέμ Αύγ 30, 2018 9:51 am

Κανών Ακολουθίας οσ. Αμφιλοχίου Μακρή υπό Χαραλάμπους Μπούσια
30 Αυγούστου 2018

Εικόνα

Δρ Χαραλάμπης Μ. Μπούσιας, Μέγας Υμνογράφος της των Αλεξανδρέων Εκκλησίας

ΚΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑΣ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΜΦΙΛΟΧΙΟΥ ΜΑΚΡΗ
ΤΟΥ ΕΝ ΠΑΤΜῼ ΑΣΚΗΣΑΝΤΟΣ

Ποίηµα ∆ρος Χαραλάµπους Μ. Μπούσια

Ἀκροστιχὶς ἡ ἑξῆς·
"Ἀµφιλοχίου, νεοφανοῦς ἀστέρος αἶνος. Χ."


ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡµέρα.
Ἀµφιλόχιον, τὸν νέον νήσου Πάτµου φανὸν καὶ φωτοφόρον σέλας θεοεικέλων ἀσκητῶν, µελῳδήµασι λαµπροῖς ὑµνήσωµεν ἀνακράζοντες· σέµνωµα Χριστοῦ, χαῖρε, πίστεως.

Μιµητὴν τοῦ τῆς ἀγάπης εὐκλεοῦς µαθητοῦ µέλψωµεν, Ἰωάννου, καὶ ζηλωτὴν τῶν ἀρετῶν Χριστοδούλου τοῦ σεπτοῦ, µονῆς περικλύστου Πάτµου δοµήτορος, Ἀµφιλόχιον ὅσιον.

Φεγγοβόλον νέον ἄστρον Ἐκκλησίας Χριστοῦ ἄκρας χρηστοηθείας φωταγωγὸν ταῖς ἀστραπαῖς Πανελλήνων τὸν χορὸν τιµήσωµεν Ἀµφιλόχιον ὅσιον, ἀρετῶν ὡς ἀπαύγασµα.

Θεοτοκίον
Ἱλαστήριον τοῦ κόσµου, Θεοτόκε ἁγνή, καταφυγὴ καὶ σκέπη, τὴν µεσιτείαν σου ἀεὶ ἐκζητοῦµεν πρὸς Θεοῦ
τὸν Λόγον, Ὅν ἀπειράνδρως, Μῆτερ, ἔτεκες οἱ ποθοῦντες τελείωσιν.
3
ᾨδὴ γ΄. ∆εῦτε, πόµα πίωµεν καινόν.
Λάµπων ταπεινώσεως βολαῖς καὶ φέγγει ἠρτυµένου σοῦ λόγου ἅλατι ηὔγασας πάντων ψυχὰς πιστῶν, Ἀµφιλόχιε σοφέ, θεράπον τοῦ Κτίσαντος.

Ὄλβε νήσου Πάτµου ἱερέ, ἐκόσµησας ἐν χρόνοις ἐσχάτοις ἅπασαν τὴν Ἐκκλησίαν Χριστοῦ τῇ σῇ θεαρέστῳ ἀγωγῇ, σεµνὲ Ἀµφιλόχιε.

Χαῖρε, Ἀµφιλόχιε, κλεινῶν Ἀποστόλων ὁ τρίβους βαδίσας, κράζοµεν, ἐν τοῖς ἐσχάτοις καιροῖς καὶ κόσµου ὀφθεὶς κατευθυντὴρ σοφὸς πρὸς τελείωσιν.

Θεοτοκίον
Ἴθυνον τοὺς δούλους σου ταχὺ πρὸς µετάνοιαν, Μῆτερ σεµνή, καὶ θέωσιν Ἀµφιλοχίου λιταῖς τοῦ ἄρτι τὸ κράτος σοῦ Υἱοῦ τοῦ θείου δοξάσαντος.

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ὁ ἐν Χριστῷ παιδαγωγὸς καὶ ἀπλανὴς χειραγωγὸς δήµου χοϊκῶν πρὸς ἀγήρω πολιτείαν σήµερον ἀνευφηµείσθω ὅσιος, κλέϊσµα τῶν Πατµίων καὶ δόξα τῶν Ὀρθοδόξων, θεόφρον Ἀµφιλόχιος.

Ὑµνολογοῦµεν εὐλαβῶς σὲ τὸν ξενίζοντα ψυχάς, ὥσπερ Ἀβραὰµ τοὺς Ἀγγέλους, πάτερ Ἀµφιλόχιε, καὶ θαυµαστῶς θεώµενον χάριν Κυρίου ἀναπληροῦσαν ἅ τοῖς αἰτοῦσί σοι διένειµας.

Νεολαµπὲς ὡς ἀληθῶς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ σέλας, Ἀµφιλόχιε, πάντας τοὺς πιστοὺς ἠγλάϊσας τῶν ἀρετῶν ἀκτῖσί σου καὶ τῆς σῆς χρηστότητος φέγγει· διὸ ἐκθύµως τιµῶµεν τὴν µνήµην σου.

Θεοτοκίον
Ἐξ ἀµελείας εἰς βυθὸν τῆς ἁµαρτίας ἐµπεσὼν σοί, Θεοκυῆτορ, κραυγάζω· ἔκτεινον τῆν χεῖρά σου καὶ ὡς τὸν Πέτρον ἔσωσεν ἐκ τῶν τῆς θαλάσσης κυµάτων ὁ σὸς Υἱός, σῶσον τὸν δοῦλόν σου.

ᾨδὴ ε΄. Ὀρθρίσωµεν ὄρθρου βαθέος.
Ὁλόφωτε στῦλε ἀγάπης τῶν σὲ καλούντων προφθάνεις ἀµέσως ἀποδιῶξαι ἀλγεινὰ νοσήµατα καὶ δυσπραγίαν, ὅσιε, θαυµατουργὲ Ἀµφιλόχιε.

Φῶς ἠκτινοβόλει, παµµάκαρ, ἡ σὴ µορφὴ καὶ τὸ κάλλος ἐδείκνυε τῆς ψυχῆς σου, πάτερ Ἀµφιλόχιε, τοῖς χριστωνύµοις ἅπασι πανευλαβῶς προσιοῦσί σοι.

Ἁγίων σεπῶν κοσµιότης, τῶν ἐν ἐσχάτοις τοῖς χρόνοις λαµψάντων πατέρων πάλαι ὤφθης ἰσοστάσιος καὶ Ἀποστόλων σύµµορφος, θεοειδὲς Ἀµφιλόχιε.

Θεοτοκίον
Νοήσας ἰσχύς, Θεοτόκε, τὴν σήν, ἥν ἔχεις ὡς Μήτηρ τῆς κτίσεως τοῦ ∆εσπότου µετὰ δέους κράζω σοι· ταῖς ἱκεσίαις σου δίδου µοι πληµµεληµάτων συγχώρησιν.

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ὁ πρᾶος, σεµνός, εὐγενὴς καὶ σοφός, ἱεραποστόλων τὸ κλέος, ἐν χρόνοις, οἴµοι, ἁπάντων ἠθῶν τῆς ἐκπτώσεως φυτοκόµος ἀρετῆς, Ἀµφιλόχιε, ὤφθης.

Ὑµνοῦµεν τὴν σὴν θεαυγῆ βιοτὴν καὶ σὴν θήκην προσκυνοῦµεν λειψάνων βλυστάνουσαν τὰς ἰάσεις πιστοῖς, Ἀµφιλόχιε, ἥν τοῦ Εὐαγγελισµοῦ ἡ µονὴ θησαυρίζει.

Σωφρόνως ἀρτίως πολιτευθείς, Ἀβραὰµ ὡς ὁ προπάτωρ ξενίας οὐκ ἐπιλάθου, ἀλλ' ὡς ἱλαρός, Ἀµφιλόχιε,
δότης πάντας ἀγαθῶν σῆς ἀγάπης ἐπλήρου.

Θεοτοκίον
Αἰσχρῶν µου ἐκ λογισµῶν τοῦ βυθοῦ τοὺς οἰκέτας σου ἀνάγαγε, Μῆτερ, καὶ τὸν κλύδωνα παθῶν µου ταχὺ
καταπράϋνον δωρουµένη µοι πηγὰς ἀειρῤῥύτους δακρύων.

ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καµίνου ῥυσάµενος.
Συντόνοις νυχθηµέροις καµάτοις σου, λαµπρὲ Ἀµφιλόχιε, ᾔσχυνας ἐχθρὸν καὶ µεθοδείας τὰς αὐτοῦ νοερᾷ προσευχῇ σου διέλυσας κραυγάζων· εὐλογητὸς εἶ, Χριστέ µου, ψυχῆς µου ἀγαλλίαµα.

Τὴν νόσον τοῦ καρκίνου ἡ χάρις σου ταχύ, Ἀµφιλόχιε, φίλε τοῦ Χριστοῦ, ἀποδιώκει καὶ πιστοῖς ἀσθενοῦσι βραβεύει ὑγίειαν βοῶσι· θεραπευτὴς πέλεις θεῖος ἐπικαλουµένων σε.

Εὐσπλάγχνῳ οὐρανόθεν σου ὄµµατι τοὺς σοὶ καταφεύγοντας ἴδε, ἀσκητά, τῆς νήσου Πάτµου τιµαλφὲς καὶ εὐῶδες τῷ ὄντι ἀλάβαστρον καὶ κράζοντας· Ἀµφιλόχιε, χαῖρε, θεόφρον εὐσυµπάθητε.

Θεοτοκίον
Ῥανίδας µου δακρύων ἀπόσµηξον τῷ µάκτρῳ ἀγάπης σου καὶ ἱκεσιῶν πρὸς τὸν Υἱόν σου καὶ Θεόν, Θεοτόκε ἁγνή, ἀειπάρθενε, βοῶντος· εὐλογηµένη ὑπάρχεις, Παντάνασσα πανύµνητε.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Ὅσιε Χριστοῦ, Ἀµφιλόχιε σῶφρον, ἐπλήρωσας ἀῤῥήτου νῆσον τὴν σὴν εὐωδίας, ὅτε ἐκ τῆς χθονὸς ἀνεσύρθη σορὸς τῶν λειψάνων σου, ἥν νῦν προσκυνοῦντες πληρούµεθα χαρίτων.

Σῴζεις ἐκ δεινῶν τοὺς προφέροντας κλῆσιν τὴν θείαν σου ταχέως, νέον τῆς πίστεως εὖχος· σὺ γὰρ ἄρτι υἱὸν ἱερέως ἐπικαλουµένου σε ἐκ θανάτου, πάτερ θαυµατουργέ, ἐῤῥύσω.

Ἅπας ὁ λαὸς χριστωνύµων σὴν µνήµην τὴν θείαν καὶ φωσφόρον νῦν, Ἀµφιλόχιε, ἄγει καὶ ᾠδαῖς µελιχραῖς
σὺν Χριστῷ ἀναστάντι γεραίρει σου πόνους, οὕσπερ ἔτλης πρὸς θέωσιν, τρισµάκαρ.

Θεοτοκίον
Ἵλεων ἡµῖν, Θεοτόκε Παρθένε, ἀπέργασαι Υἱόν σου καὶ Θεὸν σαῖς πρεσβείαις, ἵνα βλάβης ἐχθροῦ ῥυσθῶµεν καὶ κινδύνων καὶ πειρασµῶν καὶ θλίψεων, Κεχαριτωµένη Μῆτερ.

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Ἀµφιλοχίου µνήµην περιχαρῶς τιµῶντες τοῦ λάµψαντος ἐν Πάτµῳ, Χριστὸν δοξολογοῦµεν. Νεόφωτον ἔρνος
τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Ἀµφιλόχιε πάνυ, εὐσεβεῖς καθήδυνας θείαις ὀδµαῖς σῆς σεµνῆς βιοτῆς καὶ ἀρετῆς σῆς ἀµέτρου µύρῳ· διό σε ὕµνοις δοξάζοµεν.

Ὁµότροπος ἐδείχθης πανσόφων Ἀποστόλων καὶ θεαυγῶν Ὁσίων, πνευµατοφόρε πάτερ.

Οὐράνωσον, πάτερ, τὸ φρόνηµα σῶν ἱκετῶν, ἵνα τοῦ παρόντος βίου διοδεύσωµεν τὴν ἀτραπὸν τὴν στενήν, ἥν καλῶς καὶ σύ, σεµνέ, ὥδευσας ἀρτίως, πανευκλεὲς Ἀµφιλόχιε.

Ἀµφιλοχίου θήκην κυκλοῦντες τῶν λειψάνων πληρούµεθα χαρίτων καὶ θείας εὐωδίας.

Σὴν µάνδραν ἐν Πάτµῳ καὶ τὸν χορὸν µοναζουσῶν ἐν αὐτῇ ἀσκουµένων σκέπε, Ἀµφιλόχιε· σὲ γὰρ φρουρόν, ταχινὸν ἀρωγὸν καὶ βοηθὸν ἔχουσί σε, πάτερ, καὶ σοὶ ἀεὶ καταφεύγουσι.

Μὴ παύσῃ ἐποπτεύων ἡµᾶς τοὺς σὲ τιµῶντας, πολύολβον Πατµίων θησαύρισµα καὶ γέρας.

Θεοτοκίον
Χαρὰ τῶν Ὀρθοδόξων, Θεοκυῆτορ ἀγαθή, καὶ παράκλησις πάντων, ἡ χαρὰ πηγάσασα κόσµῳ, Χριστόν,
χάρισαί µοι, βοῶ, Τόκου σεπτοῦ τοῦ µονογενοῦς σου χαρὰν καὶ ἀγαλλίασιν.

Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Χριστὸς ἀνέστη ἐκ νεκρῶν.
Χαρίτων πλῆσον θεϊκῶν, Πατµίων κλέος, τοὺς ὑµνοῦντας σὲ ὡς νέον πίστεως φανόν, Ἀµφιλόχιε.

∆ίστιχον
Φερωνύµου σοι τέκνου ὀτρύνσει ᾖσεν,
Ἀµφιλόχιε, σοὺς πόνους Χαραλάµπης.

ΤΕΛΟΣ
ΚΑΙ ∆ΟΞΑ Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ


Ἐγκωµιαστικὸς Λόγος
εἰς τὸν ὅσιον Ἀµφιλόχιον τὸν ἐν Πάτµῳ
τοὐπίκλην Μακρῆν

Εὐλόγησον Πάτερ,

∆εῦτε φιλεόρτων πάντων τὰ συστήµατα καινὴν
συστησάµενοι πανήγυριν ἐγκωµίων ἄνθεσι
καταστέψωµεν τὸν νέον ἐν ὁσίοις πατράσιν
ἱεραπόστολον καὶ ἀσκητὴν καὶ ἀπλανῆ ψυχῶν
κυβερνήτην, Ἀµφιλόχιον τὸν Πάτµιον. ∆εῦτε, λέγω,
φιλεόρτων οἱ σύλλογοι τιµήσωµεν σήµερον τὸ
γνήσιον τῆς Ὀρθοδοξίας τέκνον, τὸν καταυγάσαντα
ὡς λαµπρότατος ἥλιος τὸ νοητὸν τῆς Ἐκκλησίας
στερέωµα ἐν τοῖς ἐσχάτοις χρόνοις τῆς δεινῆς
ἀποστασίας καὶ ἀπογνώσεως. Ἐν ψυχικῇ οὖν
κατανύξει ἀκουσώµεθα τῆς ἀκραιφνοῦς καὶ ὁσιακῆς
αὐτοῦ πολιτείας ἀρχόµενοι ἐκ τοῦ ἐφηµισµοῦ τῆς
σεµνυνοµένης ἐν τοῖς σπαργάνοις αὐτοῦ θεοστηρίκτου
νήσου Πάτµου, τῆς ἱερᾶς τῆς Ἀποκαλύψεως
νήσου καὶ περιδόξου ὁλκάδος τῆς ἐν τῷ Αἰγαίῳ
πελάγει πλεούσης καὶ θησαυριζούσης ἐν ταῖς
ἀποθήκαις αὐτῆς ἐµπόρευµα πολύτιµον ὁσίων καὶ
µαρτύρων καὶ ἁγιασµοῦ δώρων τοῦ Ὀρθοδόξου πληρώµατος.
Ἡ µικρά, ἄσηµος καὶ κατείδωλος αὕτη νῆσος
τοῦ ∆ωδεκανησιακοῦ συµπλέγµατος τοῦ νοτίου
Αἰγαίου, ἡ ἐπιλεγεῖσα ὑπὸ τῶν "δοκούντων ἄρχειν
τῶν ἐθνῶν" ( Μάρκ. ι΄ 42) ὡς τόπος ἐξορίας,
ἐπελέγη ὑπὸ τοῦ ἐν Τριάδι Θεοῦ ἡµῶν ὡς τόπος
συγγραφῆς τῆς ἱερᾶς Αὐτοῦ Ἀποκαλύψεως καὶ τόπος
γεννήσεως, ἀνατροφῆς καὶ ἀσκήσεως πλήθους ἁγίων,
τῶν ἀεὶ κοσµούντων τὸ τῆς Ὀρθοδόξου ἡµῶν πίστεως
χρυσοποίκιλτον διάδηµα. Ἡ ἄσηµος νῆσος ἐγένετο
διάσηµος, ἡ µικρὰ µεγίστη ἐν τῇ ἐκκλησιαστικῇ
ἱστορίᾳ, ἡ κατείδωλος ἔµπλεως ἁγιότητος. Ἰωάννης
ὁ Θεολόγος καὶ ἠγαπηµένος τοῦ Χριστοῦ φίλος, ὁ
ἐπὶ τοῦ στήθους Αὐτοῦ πεσὼν ἐν τῷ ∆είπνῳ καὶ
ἀναλαβὼν τὴν Κυρίαν Θεοτόκον εἰς τὰ ἴδια µετὰ τὴν
τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἑκούσιον Σταύρωσιν
ὑπῆρξεν ἡ ἀπαρχὴ τῶν ἐν Πάτµῳ ἁγίων. Ἔσχατος
τούτων ὑπῆρξεν ὁ σήµερον ἑορταζόµενος ὅσιος, ὁ
τοῦ Ἰκονίου κλεινοῦ ἐπισκόπου καὶ στεῤῥοῦ
µάρτυρος ἐπώνυµος, ὁ Θεῷ καὶ ἀνθρώποις
εὐαρεστήσας ἄρτι, Ἀµφιλόχιος.
Οὗτος ὁ χρηστὸς καὶ εὔχρηστος τοῦ Θεοῦ δοῦλος
ἀκολουθήσας τοῖς βήµασι τῶν ἀποστόλων καὶ ὁσίων
στῦλος καὶ εἰκὼν ἐγένετο τοῖς θέλουσιν εὐσεβῶς
ζῆν· διὸ καὶ κατὰ τὸν Γεώργιον Ἀνεξανδρείας ὁ
βίος αὐτοῦ, τοῦ κατὰ Θεὸν πολιτευσαµένου,
ὠφελιµώτατός ἐστι τοῖς εὐσεβέσιν, οὐχ ὑπόδειγµα
µόνον καὶ τύπος, ἀλλὰ καὶ παράκλησις ὑπάρχει πρὸς
ἀρετήν. Οὗτος διαθερµαίνει τὴν εὐσεβῆ ψυχὴν πρὸς
µίµησιν τῶν ὑπὲρ φύσιν χάριτι θείᾳ κατορθωµάτων.
Πρὸς διήγησιν τοῦ βίου καὶ τῆς πολιτείας τοῦ
ὁσίου Ἀµφιλοχίου παρακινεῖ ἡµᾶς καὶ ὁ σόφος
Σειραχίδης, ὅστις λέγει· "µὴ ἀστόχει διηγήµατος
γερόντων· καὶ "µὴ παρίδῃς διήγηµα σοφῶν" (Σειρὰχ
η΄ 9). Ἄλλωστε ἡ διήγησις τῶν πνευµατικῶν
κατορθωµάτων καὶ τῆς ἀναβάσεως τῶν ἐκλεκτῶν τοῦ
Θεοῦ ἀπὸ τὸ κατ' εἰκόνα εἰς τὸ καθ' ὁµοίωσιν
προκαλεῖ ὄχι µόνον ὠφέλειαν εἰς τοὺς ἀκροοµένους,
ἀλλὰ καὶ πνευµατικὴν εὐφροσύνην µεγίστην καθότι
"ἐγκωµιαζοµένου δικαίου, εὐφρανθήσονται λαοί·
ἀθανασία γάρ ἐστιν ἡ µνήµη αὐτοῦ" (Σοφ. Σολοµ. δ΄
14). Προσέτι ἡ τιµὴ καὶ ὁ ἔπαινος τῶν Ἁγίων
µεταβαίνει πρὸς Αὐτὸν τὸν Κύριον τῆς δόξης , παρ'
Οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρηµα προέρχεται
τέλειον (Ἰακωβ. α΄ 17). Ἄρα ἐγκωµιασµὸς τοῦ ἁγίου
σηµαίνει δοξολογικὴ αἴνεσις τοῦ ἀγαθοδότου Θεοῦ,
τοῦ θαυµαστοῦ ἐν τοῖς Ἁγίοις Αὐτοῦ (Ψαλµ. 67,
35).
Πειθαρχῶν οὖν τοῖς προεκτεθεῖσι λόγοις ἄρχοµαι
τῆς καταστέψεως τῆς µνήµης τοῦ ἐν ὁσίοις
ἐπαναπαυοµένου πατρὸς ἡµῶν Ἀµφιλοχίου τοῦ Νέου,
δι' ἐγκωµίων καὶ ᾀσµάτων µελιχρῶν, οὗ ἐν ἐπιτοµῇ
θέλω διηγήσασθαι ἀµυδρῶς πως τὰς ἀρετὰς καὶ τὰ
κατορθώµατα. Καὶ τοῦτο ἵνα µὴ ἡ λήθη καλύψῃ τὴν
ἐπὶ γῆς πολιτείαν, τὴν διὰ καθαρότητα Θεῷ
πλησιάσασαν, τοῦ παµαφαεστάτου αὐτοῦ νεαυγοῦς τῆς
Πάτµου φωστῆρος.
Ὁ νοητὸς οὖτος ἀστὴρ τῆς Ἐκκλησίας, ὁ τῆς
ἰσαγγέλου διαγωγῆς καὶ πολιτείας θιασώτης, ὁ τῶν
πάλαι ὁσίων ἀσκητῶν µιµητὴς καὶ ὁµότροπος καὶ ὁ
ὑπὸ ἀποστολικοῦ ζήλου ἐµφορούµενος πατήρ,
ἀνέτειλεν ἐν τῇ ἐξακούστῳ νήσῳ τῆς Πάτµου ἐκ
γονέων ἁπλῶν καὶ πτωχῶν πλὴν τηρητῶν τῶν
εὐαγγελικῶν προσταγµάτων, τοῦ Ἐµµανουὴλ Μακρῆ ἐκ
Λειψῶν καὶ τῆς Εἰρήνης Μακρῆ ἐκ Πάτµου. Τὸ φῶς
τοῦ ἡλίου εἶδε τὴν δεκάτην τρίτην Φεβρουαρίου τοῦ
σωτηρίου ἔτους 1889 καὶ κατὰ τὸ ἅγιον βάπτισµα
ἔλαβε τὸ ὄνοµα Ἀθανάσιος. Ἡγιασµένος ἐκ κοιλίας
µητρὸς αὐτοῦ ὁ Ἀθανάσιος οὐδέποτε ἐθήλασε κατὰ
τὰς δύο σταυρωσίµους ἡµέρας, τὴν Τετάρτην καὶ τὴν
Παρασκευήν καὶ ηὔξανε καὶ ἐκραταιοῦτο πνεύµατι
πληρο΄µενον σοφίας καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτό
(Λουκ. β΄ 40). Ὁ τακτικὸς ἐκκλησιασµὸς τοῦ µικροῦ
Ἀθανασίου ἐν τῇ ἐπιβλητικῇ µονῇ τοῦ Ἁγίου Ἰωάννου
τοῦ Θεολόγου, οὗτινος τὸ Ἀπολυτίκιον ἀπὸ στήθους
ἔµαθε ψάλλειν τῇ προτροπῇ τῆς µητρὸς αὐτοῦ,
ἐστάλαζε δρόσον εὐλαβείας ἐν τῇ ἁγνῇ αὐτοῦ
καρδίᾳ. Ἐκ τῶν παιδικῶν αὐτῶν χρόνων ἤρξατο
διακονεῖν τῇ Ἐκκλησίᾳ καὶ ὑπείκειν τοῖς κελεύµασι
τῶν προεστώτων. Μετ' ὁλοψύχου χαρᾶς µετέφερεν
ἐνδύµατα καὶ τρόφιµα τῇ προτροπῇ τοῦ αὐτοῦ ἀναδόχου,
ἐπισκόπου Ἀµφιλοχίου, εἰς τὴν περίπυστον
µονὴν τῆς ἐν Πάτµῳ Ζωοδόχου Πηγῆς, ὑπηρέτης
γενόµενος παιδιόθεν ταῖς νύµφαις τοῦ Χριστοῦ. Ὁ
πόθος τῆς ὁλοκληρωτικῆς ἀφιερώσεως αὐτοῦ τῇ τοῦ
Χριστοῦ Ἐκκλησίᾳ ηὔξανε καὶ θείᾳ χάριτι ἐνεδυναµοῦτο.
Ὁ ταπεινὸς καὶ πρᾶος Ἰησοῦς καθίσταται ὁ
φωτεινὸς αὐτοῦ ὁδοδείκτης. Ὁ ἱερὸς αὐτοῦ ζῆλος
πρὸς τὴν µοναδικὴν πολιτείαν κατηύθυνεν αὐτὸν
ἄγοντα τὸ δέκατον καὶ ἕβδοµον ἔτος τῆς αὐτοῦ
ἡλικίας εἰς τὴν Μονὴν τοῦ ἐπιστηθίου τοῦ Χριστοῦ
φίλου, ἔνθα καὶ καρεὶς µοναχὸς ἔλαβε τὸ ὄνοµα
Ἀµφιλόχιος. Εὐγνωµόνως ἀναφερόµενος τῷ Κυρίῳ διὰ
τὴν τιµητικὴν δι' αὐτὸν κλήσην παρέδωκεν Αὐτῷ
ὅλην τὴν ἔφεσιν τῆς αὐτοῦ καρδίας καὶ τὰς
ἀειῤῥύτους πηγὰς τῶν αὐτοῦ δακρύων. Ἐπίστευε ὁ
νεαρὸς µοναχὸς ὅτι ὁ ἐπιλεγεὶς δρόµος εἶναι
δρόµος προσφορᾶς, δρόµος θυσίας, δρόµος
αὐταπαρνήσεως. Ἡµερησίαν µελέτην, ἐξ ἧς ἀῤῥύετο
ὡς ἐκ πηγῆς ἀφθόνου θάῤῥος, ὑποµονὴν καὶ δύναµιν,
ἔσχε τὴν εὐχὴν τοῦ Ἰησοῦ, ἣν ἐδιδάχθη παρά τινος
σπηλαιώτου ἀσκητοῦ, Θεοκτίστου, ὃν ἐπεσκέπτετο
χάριν πνευµατικῆς ὠφελείας ἐν τῷ πλαισίῳ τῆς
αὐτοῦ πρὸς τοὺς ἐρηµίτας τῆς Πάτµου διακονίας.
Νηστευτὴς ἀκαραιφνέστατος ὁ νεαρὸς Ἀµφιλόχιος
ἠρέσκετο εἰς λιτὴν τροφὴν καὶ οὐδέποτε ἔφθασεν
εἰς κορασµόν. Ἔσχε κατὰ νοῦν ὅτι ὁ νοῦς τοῦ
νηστεύοντος καὶ ἐγκρατευοµένου καθαρός ἐστι
πάντοτε καὶ ὠθεῖ αὐτὸν εἰς ἀέναον προσευχήν, εἰς
προσοχὴν καὶ ἐγρήγορσιν. Τοὐναντίον ὁ νοῦς τοῦ
ἀκρατοῦς καὶ ἐπιζητοῦντος κορέσαι τὴν κοιλίαν
πληροῦται ἀκαθάρτων ἐννοιῶν καὶ λογισµῶν. Ἐπίσης
ὅτι ὁ χορτασµὸς τῆς κοιλίας ξηραίνει τὰ τῆς
κατανύξεως δάκρυα, ἐνῶ ἡ νηστεία καὶ ἡ ἐξ αὐτῆς
θλῖψις γεννᾶ δάκρυα σωτηριώδη, ὡς ἐν τῇ Κλίµακι
ἀναφ΄ρει ὁ θαυµαστὸς Ἰωάννης (Λόγος ιδ, ιε΄ -
ιστ΄). Τὴν ἐλαχίστην τροφὴν συνώδευεν ὑπὸ ἑπτὰ ἢ
ἐννέα ἐλαίας ἐνθυµούµενος τὰ ἑπτὰ χαρίσµατα τοῦ
ἁγίου Πνεύµατος ἢ τὰ ἐννέα τάγµατα τῶν Ἀγγελικῶν
τάξεων. Φιλοσοφῶν τὴν µεταπτωτικὴν κατάστασιν τοῦ
ἀνθρώπου καὶ κλαίων διὰ τὴν ἀπώλειαν τοῦ
Παραδείσου ἐλογίζετο τὴν γῆν ὡς τόπον ἐξορίας καὶ
οὐκ ἔπαυε κηρύττων ὅτι ξένοι καὶ πάροικοί ἐσµεν
ἐν τῷ κόσµῳ τούτῳ καὶ προὔτρεπε πάντας "ὡς
πάροικοι καὶ παρεπίδηµοι ἀπέχεσθαι τῶν σαρκικῶν
ἐπιθυµιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.
(Α΄ Πετρ. β΄ 11). Τὸ ἀπέριττον αὐτοῦ κελλίον
ἡγεῖτο παλαίστραν πνευµατικήν, ἐν ᾗ ἐπύκτευε καθ'
ἑκάστην "πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς
τοὺς κοσµοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου"
(Ἐφεσ. στ΄ 11) καὶ οὐχὶ τόπον ἀναπαύσεως καὶ
παρακλήσεως τοῦ αὐτοῦ θνητοῦ σαρκίου.
Ἡ ἔννοια τῆς ἀκτησίας καὶ ἡ µνήµη τοῦ ἐγγὺς
θανάτου ἦτο βαθύτατα ἐῤῥιζωµένη ἐν τῇ αὐτοῦ
καρδίᾳ, ὥστε ἐπανελάµβανε τὸ τῶν ἀσκητῶν διὰ τὸ
κελλίον ῥηθέν· "σήµερον ἐµοῦ, αὔριον ἑτέρου καὶ
οὐδέποτέ τινος". Ἐν αὐτῷ ἄλλωστε πρὸς διαρκῆ
µνήµην θανάτου εἶχε τοποθετήσει καὶ ἓν κρανίον
νεκροῦ µετὰ τῆς ἐπιγραφῆς· "Καὶ σὺ αὔριο" καὶ
µυστικῶς ἐµονολόγει· Ἄνθρωπος ὡσεὶ χόρτος αἱ
ἡµέραι αὐτοῦ καὶ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως
ἐξανθήσει" ( Ψαλµ. 102, 13).
∆ιὰ τὴν αὐστηρὰν αὐτοῦ τάξιν καὶ ἄµεµπτον
διαγωγὴν ὁ Ἀµφιλόχιος ἐκρίθη ἄξιος τοῦ Μεγάλου
Ἀγγελικοῦ Σχήµατος, ὃ καὶ ἔλαβε εἰς ἡλικίαν
εἴκοσι καὶ τεσσάρων ἐτῶν παρὰ τοῦ πνευµατικοῦ
αὐτοῦ Γέροντος ἐν τῷ ἐρηµικῷ καθίσµατι τῷ
ἐπιλεγοµένῳ "τοῦ Ἀπολλώ". Ὁ ἱερὸς αὐτοῦ ἔκτοτε
ζῆλος πρὸς ἰσάγγελον βιοτὴν οὐκ ἠλλατώθη ἄχρι τῆς
τελευταίας αὐτοῦ πνοῆς. Ἀρκεῖ µόνον νὰ
ὑπογραµισθῇ ὅτι καὶ ὡς προϊστάµενος τῆς
Ἀποκαλύψεως ἐσκληραγώγει ἑαυτὸν κοιµώµενος ἐπὶ
ξυλίνης κραββάτου µικροτέρας εἰς µάκρος τοῦ ὕψους
τοῦ αὐτοῦ σώµατος. Ἄλλωστε ὁ χρόνος διὰ
γονυκλισίας καὶ ἐδαφιαίας µετανοίας δὲν τοῦ
ἐπέτρεπε οὐδὲ τὴν µικρὰν ἐπὶ τοῦ κραββάτου
ἀνάπαυσιν. Πολλὰς νύκτας ἐν κατανύξει γονυκλινῶς
εὐχόµενος ἤκουε τῶν σηµάντρων τοῦ ὄρθρου καὶ ἡ
κράββατος αὐτοῦ παρέµενεν ἀνέπαφος. Καὶ οὐχὶ
µόνον δὲν ἐθλίβετο, ἀλλ' ηὐφραίνετο πνευµατικῶς
γιγνώσκων καλῶς ὅτι ἐν νηστείαις καὶ χαµευνίαις
καὶ ἀγρυπνίαις καὶ τῇ λοιπῇ κακοπαθείᾳ καὶ
ἀποταξίᾳ χρηµάτων καὶ κτηµάτων, ὡς ὁ Ἀββᾶ
∆ωρόθεος γράφει ἐν τοῖς Ἀσκητικοῖς αὐτοῦ ἔργοις,
ἡ σάρξ νεκροῦται καὶ ὁ νοῦς ὑψοῦται εἰς σφαίρας
ἀῤῥήτου λαµπρότητος.
Ἡ πρόοδος καὶ ἡ προκοπὴ τοῦ θείου Ἀµφιλοχίου ἐν
τῇ θύραθεν σοφίᾳ καὶ ἀρετῇ συνηύξανε καὶ τὴν
νουνέχειαν καὶ τὴν κατὰ Θεὸν προκοπὴν αὐτοῦ καὶ
φιλοσοφίαν· ἤκουεν ἐν τοῖς ὠσὶν αὐτοῦ τῶν λόγων
τοῦ ἱεροῦ Ἰακώβου τοῦ Ἀδελφοθέου λέγοντος· "Τίς
σοφὸς καὶ ἐπιστήµων ἐν ὑµῖν ; δειξάτω ἐκ τῆς
καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραότητι σοφίας
"( Ἰακωβ. γ΄ 13). ∆ιὸ καὶ ἐφαίνετο, κατὰ τὸν
προφητάνακτα ∆αβίδ, ὡσεὶ δένδρον πεφυτευµένον
παρὰ τὰς διεξόδους τῶν ὑδάτων ( Ψαλµ. 1, 3), ὅπερ
ἔµελλε καρποφορῆσαι καὶ ἀποδοῦναι ἐν καιρῷ
ἡδυγεύστους καρποὺς ζωῆς αἰωνίου.
Ἡ ἐν Ἄθωνι παραµονὴ αὐτοῦ πρὸς ἐκµάθησιν τοῦ
ἐργοχείρου τοῦ ξυλογλύπτου καὶ ἡ ἐπικοινωνία µετὰ
πατέρων ἐργαζοµένων ἀόκνως τὴν νοερὰν προσευχὴν
ἴθυνε τὸν Ἀµφιλόχιον πρὸς ἀρετῆς ὁλοκλήρωσιν· ἡ
δὲ προσκυνηµατικὴ αὐτοῦ ἐπίσκεψις εἰς τοὺς Ἁγίους
Τόπους, οὓς ἡγίασαν αἱ πόδες τοῦ Θεανθρώπου
Χριστοῦ, ηὔξησαν τὸν ζῆλον αὐτοῦ πρὸς
ἱεραποστολικὴν δρᾶσιν· διὸ καὶ ἐπανελάµβανε τὸ
τοῦ Παύλου· "ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζοµένων
εἰρήνην, τῶν εὐαγγελιζοµένων τὰ
ἀγαθά"(Ῥωµ. ι΄ 15). Τέλος ἡ ἐν Αἰγίνῃ
συναναστροφὴ αὐτοῦ µετὰ τοῦ ὁσίου Νεκταρίου, τοῦ
θαυµατουργοῦ καὶ ἀοργήτου ἐπισκόπου, ὡδήγησαν τὸν
ἀσκητὴν Ἀµφιλόχιον εἰς ἀορηγίας τελειότητα. Οὕτως
ὁ νεοφανὴς οὗτος τῆς ἡσυχίας ἐραστὴς ἐκ τῶν ἱερῶν
αὐτοῦ ἐπισκέψεων ὡς µέλισσα φίλεργος ἐτρύγησε τὸ
νέκταρ τῆς πρακτικῆς ἰσαγγέλου πολιτείας καὶ τῆς
ἱεραποστολικῆς δράσεως, ἐν αἷς διεκρίθη ἄχρι τοῦ
εἰρηνικοῦ αὐτοῦ τέλους.
Ἡ καταφλεγοµένη ὑπὸ τοῦ θείου ἔρωτος καρδία τοῦ
µοναχοῦ Ἀµφιλοχίου δὲν ἀνεπαύετο µόνον ἐν ταῖς
µυστικαῖς χαραῖς καὶ ἀπολαύσεις τῆς µοναδικῆς
ἀγωγῆς. 'ῌσθάνετο ὑπέυθυνος ἐνώπιον τοῦ Θεοῦ διὰ
τὰς ψυχὰς τῶν αὐτοῦ συνανθρώπων, τῶν ἐγγὺς καὶ
τῶν πόῤῥῳ. Ἤκουε τῆς µυστικῆς φωνῆς, ἧς ὁ Παῦλος
ἤκουσεν εἰς Τρῳάδα· "διαβὰς εἰς Μακεδονίαν
βοήθησον ἡµῖν" ( Πραξ. ιστ΄ 9) λεγούσης αὐτῷ· "ὁ
θερισµὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι" ( Ματθ. θ΄
37). Ἐδέετο οὖν ὁ Ἀµφιλόχιος τοῦ Κυρίου τοῦ
θερισµοῦ ὅπως ἐκβάλῃ οὐχὶ µόνον ἄλλους ἐργάτας
εἰς τὸν θερισµὸν αὐτοῦ, ἀλλ' ὅπως ἀξιώσῃ αὐτὸν
τὸν ἴδιον ἡγήσασθαι τῶν ἐργατῶν τοῦ θερισµοῦ.
Τὰ ὑπὸ ἀλλόδοξον κατοχὴν στένοντα ∆ωδεκάνησα
ὡραµατίζετο ὁ Ἀµφιλόχιος ἐλεύθερα καὶ λιβανωτὸν
εὐσεβείας διέβλεπεν ἀνωθρῴσκοντα ἐκ πνευµατικῶν
κυψελῶν, καλλιεργούντων τὴν ἀρετὴν καὶ τὴν
"Βασιλείαν τοῦ Θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς"
(Ματθ. στ΄ 10). Θέτει ὅθεν πνευµατικοὺς στόχους.
Ὡραµατίζετο µοναστικὰς ἀδελφοτήτας. ∆ὲν ἐπτοεῖτο
ἀπὸ τὴν ἔλλειψιν συνεργατῶν και οἰκονοµικῶν
πόρων. Ἡ θεία χάρις, τὸ ἐπίστευε, πάντα τὰ
ἐλλείποντα ἀναπληροῖ καὶ ἐθάῤῥει! "Ἀναζωσάµενος
ἰσχυρῶς τὴν ὀσφὺν αὐτοῦ ἤρεισε τοὺς βραχίονας
αὐτοῦ εἰς ἔργον" (Παροιµ. λα΄ 17). Ἠγόρασε γῆν.
Ἐχλευάσθη διὰ τὴν πευκοφύτευσιν πέριξ τοῦ ἐν
ἀνίκµῳ τόπῳ εὑρισκοµένου ναοῦ τῆς Μεταµορφώσεως.
Αὐτοὶ εἶτα ἰδῶντες τὴν πρόοδον τῶν πευκῶν
ὠνόµασαν αὐτὰς Ἀµφιλοχίας! Καὶ ἐπροχώρει
ἀκάθεκτος. Εὐσυµπάθητος ὢν καὶ φιλάνθρωπος, ὡς ὁ
Κύριος ἡµῶν Ἰησοῦς Χριστός, ἐπεθύµει µεταδοῦναι
τὴν λυτρωτικὴν χαράν, ἣν ὁ ἴδιος ἐβίωνε, εἰς ὅλον
τὸν κόσµον. Ἡ θεία χάρις µυστικῶς τὸν ἐπεσκίαζε
καὶ ἐπευλόγει τὴν φιλόθεον αὐτοῦ ἐπιθυµίαν.
Κατόπιν πιέσεων ἐν ἔτει 1919 ἐχειροτονήθη
διάκονος ἐν τῇ νήσῳ Κῷ καὶ ἤρξατο τῆς ἀποστολικῆς
αὐτοῦ δράσεως. Ὑπήντησεν ἐκεῖσε Ὀθωµανῷ αἰτοῦντι
Χριστιανὸς γενέσθαι. Οἱ κίνδυνοι πολλοί. Ὅµως ὁ
Ἀµφιλόχιος τοὺς παρέκάµψε λέγων " τὸν ἐρχόµενον
πρός µε, οὐ µὴ ἐκβάλω ἔξω" (Ἰω. στ΄ 37) καὶ παρὰ
τὶς ἀντιδράσεις ὡρισµένων τὸν ἐκάλεσεν εἰς τὸ
ἅγιον βάπτισµα ὀνοµάζων αὐτὸν Ἲωάννην. Καὶ οὐ
µόνον τὸν εἰσήγαγεν εἰς τὴν ἁγίαν ἡµῶν πίστιν,
ἀλλὰ ἐµερίµνησε καὶ διὰ τὴν αὐτοῦ οἰκονοµικὴν
ἀποκατάστασιν ἐρχόµενος ὁ ἴδιος πρὸς τοῦτο εἰς
Πειραιᾶ.
Εἰς ἡλικίαν τριάκοντα ἐτῶν, ὥριµος πλέον,
ἐχειροτονήθη ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου ἐν Σάµῳ
δεόµενος τοῦ Ἐπισκόπου τῶν ψυχῶν ἡµῶν, ὅπως
καταπέµψῃ δαψιλῶς ἐπ' αὐτὸν τὴν χάριν τοῦ
Παναγίου καὶ τελεταρχικοῦ Πνεύµατος. Παρεκάλεσε
τὸν Κύριον ὅπως διατηρήσῃ αὐτὸν ἐν τῷ Αὐτοῦ φόβῳ
ἄχρι τῆς τελευταίας ἐπὶ γῆς διακονίας αὐτοῦ ἐν τῷ
ἱερῷ θυσιαστηρίῳ. Οὕτω ἠλλοιωµένος καὶ
µεταρσιωµένος ἐξήρχετο τοῦ ἱεροῦ βήµατος πάντοτε
ὁ ὅσιος Ἀµφιλόχιος, ὁ διὰ τοῦτο ἀξιωθεὶς τῆς
ἄκρας κατανύξεως καὶ τῆς δωρεᾶς τῶν δακρύων,
ἰδίως ἐν τῇ µετουσιώσει τῶν Τιµίων ∆ώρων. Ὡς καὶ
ὁ ἱερεὺς Ἰωάννης, ἐν τῇ Καππαδοκίᾳ καὶ ὁ
σύγχρονος ὅσιος Ἱερώνυµος τῆς Αἰγίνης, ὁ ὅσιος
Ἀµφιλόχιος ἔβλεπε φλόγας κύκλῳ τοῦ ἱεροῦ
θυσιαστηρίου καὶ τὰ δάκρυα ὡσεὶ χείµαῤῥοι
ἐξήρχοντο ἐκ τῶν πανάγνων αὐτοῦ ὀφθαλµῶν. Ἕνεκεν
τούτου ταυτοποιοῦσε τοὺς ἱερεῖς τοῦ Ὑψίστου µετὰ
τῶν ἁγίων Ἀγγέλων καὶ ἔγραφεν εἰς Κορεάτην
ἱεροδιάκονον·
"Ὁ Λειτουργὸς τῶν θείων Μυστηρίων ἰσοβάθµιός ἐστι
τῶν ἁγίων Ἀγγέλων τῶν ὑπηρετούντων τοῖς οὐρανοῖς.
Καὶ ὅπως οἱ Ἄγγελοι δι' ἀγάπης Χριστῷ συνδοῦνται,
οὕτω καὶ σύ, εὔχοµαι, ἀναλῶσαι σὸν βίον Χριστῷ
συνδούµενος".
Τῇ βοηθείᾳ ἐκλεκτῶν ψυχῶν καὶ δὴ γυναικῶν ἐκ τῶν
πέριξ νήσων ὁ Γέρων Ἀµφιλόχιος ἀνέπτυσσε τὰ
ἱεραποστολικὰ αὐτοῦ σχέδια. Ἵδρυσε τοὺς πρώτους
ἐν τῇ Ἑλληνικῇ ἐπικρατείᾳ Κύκλους Κυριῶν καὶ
Κατηχητικὰ Σχολεῖα Νεανίδων µὲ ἕδραν τὴν τότε
καταδυναστευοµένην ὑπὸ τῶν ἀζυµιτῶν νῆσον Κῶ.
Ἀνέλαβε τὴν διεύθυνσιν τοῦ Ὀρφανοτροφείου Ῥόδου,
ὃ οἱ Παππικοὶ εἶχον ἐξιταλίσει, καὶ
ἱεραποστολικῶς ἠργάσθη εἰς Κάλυµνον, Νίσυρον,
Πάτµον καὶ Λέρον. Προσηύχετο καὶ ἠργάζετο. Τὸ
"Κρυφὸν Σχολεῖον" ἀνεβίωσε καὶ ὁ σπόρος τῆς
εὐσεβείας εὕρισκε γόνιµον ἔδαφος.
Ὁ Γέρων Ἀµφιλόχιος τὸ 1925 διωρίσθη Προϊστάµενος
τοῦ Ἱεροῦ Σπηλαίου τῆς Ἀποκαλύψεως. Ἐπὶ δέκα
συναπτὰ ἔτη ἔζει τὴν ἱερότητα τοῦ τόπου, ὅπου
ὡµίλησεν ὁ Θεὸς µετὰ τοῦ ἀνθρώπου. Ἐλειτούργει.
Ἐξωµολόγει καὶ ἐκήρυττε. Ἰάτρευε τοὺς νοσοῦντας
µὲ τὴν µεσιτείαν τοῦ Θεολόγου Ἰωάννου καὶ
ἐπορεύετο τὸν δρόµον τῆς ἀρετῆς καὶ τῆς νήψεως.
Ἐν ἔτει 1935 ἀνέλαβε τὴν ἡγουµενίαν τῆς Μονῆς τοῦ
Θεολόγου, θέσιν τὴν ὁποίαν µετὰ δυσκολίας
ἐκράτησεν ἐπὶ διετίαν. Ὁ ἀρχέκακος ὅµως Βελίαρ,
ὅστις ὡς λέων βρυχᾶται, ἐζήτει νὰ καταπίῃ ( Α΄
Πετρ. ε΄ 8) τὸν ἀκάµατον ἐργάτην τοῦ Εὐαγγελίου.
Καὶ ὁ Κύριος ἐπέτρεψε τὸν πειρασµὸν διὰ νὰ λάβῃ ὁ
Ἀµφιλόχιος καὶ τὸ στέφος τῆς µαρτυρικῆς
ὁµολογίας.
Τὰ δόλια καὶ ὕπουλα σχλεδια τῶν ἀλλοδόξων
κατακτητῶν δὲν ἤγγιζον τὴν γνήσιον Ὄρθόδοξον
Ἕλληνα, εἰς τὰ φλέβας τοῦ ὁποίου ἔῤῥεε αἷµα
ἡρώων. Ἐκρατεῖ τὴν σηµαία τῆς πίστεως καὶ τῆς
πατρίδος ὑψηλὰ καὶ ἀντέδρα µὲ θαυµαστὸν ψυχικὸν
σθένος εἰς τοὺς ἀζυµίτας. Ἕνεκα τούτου ἐπεσηµάνθη
ὡς πρόσωπον ἐπικίνδυνον καὶ οἱ κινήσεις αὐτοῦ
ἐτέθησαν ὑπὸ παρακαλούθησιν. Εὑρέθη ὅµως καὶ ἐδῶ
Ἰούδας, ὁ ὁποῖος προέδωκε τὸν Γέροντα. Οὗτος
προήρχετο ἐκ τῶν κόλπων τῆς µοναστικῆς
ἀδελφότητος. Ὁ Γέρων Ἀµφιλόχιος ἀπεµακρύνθη
βιαίως τῆς ἡγουµενίας, διὰ νὰ πληρώσῃ διὰ τῆς
παρουσίας αὐτοῦ ἅπαν τὸ χειµαζόµενον τῆς Ἑλλάδος
Ὀρθόδοξον πλήρωµα. Ὅπως παλαιότερον οἱ Κολλυβάδες
ἐξῆλθον τοῦ Ἁγιωνύµου Ὄρους καὶ τὰς λαµπάδας τῆς
εὐσεβείας ἤναψαν ἐν ταῖς νήσοις τῆς Ἑλλάδος, οὕτω
καὶ ὁ Γέρων Ἀµφιλόχιος ἐξορισθεὶς τῆς Πάτµου ὑπὸ
τῶν Ἰταλῶν ἀποστόλων τρίβοις ἠκολούθησε καὶ
Χριστὸν ἐδίδαξεν ἐν τῆς Ἑλλάδος τοῖς πέρασι.
Ἤπειρος, Μακεδονία καὶ Κρήτη ἐγεύθησαν τῶν λόγων
τοῦ διαπρυσίου ἱεροκήρυκος. Ὁ ἀγαθὸς σπορεὺς
Ἀµφιλόχιος ἔσπειρε τὸν Λόγον τοῦ Θεοῦ ἀκαµάτως
καὶ ἠξιώθη ἀπολαῦσαι πλουσίου πνευµατικοῦ ἀµητοῦ.
Μετὰ τὴν λῆξιν τοῦ χρόνου τῆς ἐξορίας αὐτοῦ ἐν
ἔτει 1939 ὁ Ἀµφιλόχιος ἐπέστρεψε πανηγυρικῶς εἰς
Πάτµον, ἔνθα ἐπεδόθη εἰς τὴν ἀνάπτυξιν τῆς Μονῆς
τοῦ Εὐαγγελισµοῦ καὶ τὴν πνευµατικὴν ὁλοκλήρωσιν
τῶν ἐν αὐτῇ µοναζουσῶν. Ἡ φροντὶς ὅµως αὐτοῦ δὲν
περιωρίσθη µόνον εἰς τὴν τὸν ἄνω µονήν. Τὸ
ἀποστολικὸν καὶ πατερικὸν πνεῦµα τοῦ Γέροντος
Ἀµφιλοχίου δὲν εἶχεν ὅρια. Πάντοτε ἱλαρός,
εὐπροσήγορος, ἁπλοῦς, ταπεινὸς καὶ ἀνεξίκακος
ὑπεδέχετο τοὺς πάντας, ἐγγραµµάτους καὶ
ἀγραµµάτους µετὰ τοῦ προσήκοντος σεβασµοῦ καὶ τῆς
ἐν Κυρίῳ ἀγάπης. Εἵλκυε καὶ ἀνέπαυε πιστοὺς πάσης
ἡλικίας, ἀκόµη καὶ τὰ παιδία. Εἶχε τὴν δύναµιν νὰ
κύπτῃ µετὰ πατρικῆς ἀγάπης εἰς τὰ τραύµατα τῶν
ψυχῶν καὶ νὰ χέῃ βάλσαµον παρηγορίας ἐν αὐταῖς,
βάλσαµον ἀγάπης Χριστοῦ. Ἔδιδε θάῤῥους εἰς τοὺς
ἐµπεριστάτους καὶ κάµνοντας καὶ µετὰ διακρίσεως
ἐφήρµοζε τὴν οἰκονοµίαν τῆς Ἐκκλησίας εἰς τοὺς
ἐξοµολογουµένους. Ἡ εὐχὴ τοῦ Ἰησοῦ δὲν ἔλλειπε
ποτὲ ἀπὸ τὰ χείλη καὶ τὴν καρδίαν τοῦ µεγάλου
αὐτοῦ Αἰγαιοπελαγίτου ἀσκητοῦ.
Χάριτι θείᾳ ὁ ὅσιος Ἀµφιλόχιος ἔφθασεν εἰς
βαθύτατον γῆρας. Ὁ ἐνθουσιασµὸς ὅµως αὐτοῦ
παρέµενεν ὡς καὶ τὸ σφρῖγος νεανικό. Ἡ φήµη τῆς
αὐτοῦ ἁγιότητος ἐξῆλθεν τῶν ὁρίων τῆς Ἑλλάδος καὶ
πλῆθος κόσµου κατέφευγεν εἰς τὰς πνευµατικὰς
αὐτοῦ νουθεσίας καὶ προτροπάς. Ὁ καιρὸς ὅµως τῆς
ἀναλύσεως αὐτοῦ, τοῦ νήψαντος, κακοπαθήσαντος καὶ
ἔργον ποιήσαντος εὐαγγελιστοῦ ἐφέστηκε ( Β΄
Τιµοθ. δ΄ 6). Ἐπιθυµίαν ἔσχεν " εἰς τὸ ἀναλῦσαι
καὶ σὺν Χριστῷ εἶναι" (Φιλιπ. α΄ 23). ∆αψιλῶς
δοὺς πάσαις ταῖς µοναζούσαις τὴν αὐτοῦ εὐλογίαν
παρέδωκε τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας Θεοῦ
ζῶντος (Ἑβρ. ι΄ 31) τῇ 16ῃ Ἀπριλίου τοῦ σωτηρίου
ἔτους 1970.
Ὁ ὅσιος Ἀµφιλόχιος ἐδόξασε τὸν Κύριον διὰ τῆς
αὐτοῦ ὁσιακῆς πολιτείας καὶ ὁ Κύριος, ὁ τοῖς
ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ θαυµαστώσας (Ψαλµ. 15,
3) τὸν ἀντεδόξασε θαυµάτων πλήθει. Τὸ τίµιον
αὐτοῦ σκῆνος ἀνακοµισθὲν ἐν ἔτει χιλιοστῷ
ἐννεακσιοστῷ καὶ ὀγδοηκοστῷ εὑρέθη κροκοβαφὲς καὶ
µυροβόλον. Εὐωδίας ἀῤῥήτου ἐπληρώθησαν τὰ
σύµπαντα ἐν τῇ ὥρᾳ τῆς αὐτοῦ ἀνακοµιδῆς τῶν
ὀστέων. Ἔκτοτε ἡ θήκη τῶν χαριτοβρύτων καὶ
πανσέπτων αὐτοῦ λειψάνων ἐδείχθη ἀκεσώδυνον φρέαρ
καὶ πηγὴ ἄλλη Σιλωάµ.
Ἄπειρα τὰ καταγεγραµµένα θαύµατα καὶ αἱ ἰάσεις αἱ
ἐπιτελεσθεῖσαι τῇ πρεσβείᾳ καὶ χάριτι τοῦ
νεοφανοῦς αὐτοῦ τῆς Πάτµου ὁσίου, τοῦ
θαυµατουργοῦ, λέγω, Ἀµφιλοχίου.
Αὐτὸν οὖν ἀξιοχρέως µακαρίζοντες, πάντες
χριστώνυµοι, ὁλοθύµῳ ψυχῆς ἐφέσει δόξαν ἀέναον
πέµψωµεν τῇ ὑπερυµνήτῳ καὶ ζωοποιῷ Τριάδι, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύµατι εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀµήν.
∆ίστιχον.
Ἐγκωµίοις ἔστεψεν Ἀµφιλόχιον
Ἀµφιλοχίου ὀτρύνσει Χαραλάµπης.

Τ Ε Λ Ο Σ
Κ Α Ι ∆ Ο Ξ Α
Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ
Θ Ε ῼ Η Μ Ω Ν


Ο Θεός, ιλάσθητί μοι τώ αμαρτωλώ και ελέησόν με.

Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 4 και 0 επισκέπτες