Άγιοι Τριάντα τρεις Μάρτυρες «οἱ ἐν Μελιτινῇ»
7 Νοεμβρίου
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι συντεταγμένοι, δῆμος ὤφθητε, τροπαιοφόροι ἀθλοφόροι τοῦ Σωτῆρος πανθαύμαστοι· ὁμοφροσύνῃ γὰρ γνώμης ἑνούμενοι, μαρτυρικῶς τὸν ἐχθρὸν ἐτροπώσασθε. Ἀλλ' αἰτήσασθε τριάδα τὴν Ὑπερούσιον δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Όσιος Λάζαρος ο Θαυματουργός, ο Γαλλησιώτης
7 Νοεμβρίου
Ἀπολυτίκιον
Ἦχος πλ. δ’.Ταις των δακρύων σου ροαίς
Ταῖς ἐπαγρύπνοις προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας ποιμήν, τοῖς προσιοῦσι νέμων συγχώρησιν, Ὅσιε Πατὴρ ἡμῶν Λάζαρε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τις πρεσβείες τους να έχουμε.