13 ΝΟΕΜΒΡΙΟΥ 2011
† ΚΥΡΙΑΚΗ ΚΒ΄ (Η΄ ΛΟΥΚΑ)
Ἦχος πλ. α΄. Ἑωθινὸν ΙΑ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. α΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ
Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.
Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ΄.
Ἡ τοῦ στόματός σου, καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν·
ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο· τὸ ὕψος ἡμῖν, τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν
ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός,
σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα.
Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας
τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξανέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α΄.
Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέ‐
τρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα.
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν
σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης
τριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει
ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
.
Τοῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδομένη ἅπαντας, ποτίζει νάματα χρυσᾶ, καὶ ἰατρεύει νοσήματα, τῶν σὲ ὑμνούντων, παμμάκαρ Χρυσόστομε.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οὔτε ἔχθρα συνόδου οὖσα παράνομος, οὔτε μῖσος Αὐγούστης οὔσης παράφρονος, τὰς ἀρετὰς τὰς ἐν σοὶ Πάτερ κατέσβεσαν, ἀλλ' ὡς χρυσὸς ἐν τῷ πυρί, δοκιμασθείς τῶν πειρασμῶν, καθικετεύεις ἀπαύστως, τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἧς ἠγωνίσω ζέων τῷ πνεύματι.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν ἀντίληψιν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε ὡς πάντα, ὅσα καὶ βούλοιο.
Τὰ ἀναστάσιμα εὐλογητάρια. Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ΄)
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί Σου...
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος πλ. α΄.
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ
Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν
τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. α΄.
Ἀντίφωνον Α΄.
Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης
δολίας. Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρα ά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν,
τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β΄.
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ΄.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς, εὐχὰς
ἀναπέμπω. Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον. Ψαλμὸς θ΄ (9).
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. (δίς)
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά
σου.
Ἀνάστηθι Κύριε ὁ Θεός μου...
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
Κύριε, ἐλέησον (γ').
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ὁ Διάκονος: Πρόσχωμεν.
Δόξα σοι Κύριε, δόξα σοι.
Ἑωθινὸν ΙΑ΄
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ΄ 15‐25).
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς ...................
... ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.
Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
• • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
• • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
• • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
• • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
• • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
• • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
• • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
• • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
• • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
• • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
• • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
• • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
• • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
• • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
• • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
• • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
• • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
• • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
• • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
• Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ... Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
________________________________________
ΟΙ ΚΑΝΟΝΕΣ
Οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Ἱεράρχου.
ᾨδὴ α΄. Ὁ Ἀναστάσιμος εἰς δ΄.
Ἦχος πλ. α΄. Ὁ Εἱρμός.
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρικήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδους
φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χα‐
ρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·
Τοῦ Πνεύματος μέλπω σὲ τὸ χρυσοῦν στόμα.
Ποίημα Θεοφάνους.
Ἁρματηλάτην Φαραὼ
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς μετανοίας γεγονὼς θερμότατος, κῆρυξ Χρυσόστομε, μετανοεῖν Πάτερ, τῷ Θεῷ με πρέσβευε, ἐξ ὅλης τῆς καρδίας μου, καὶ τῶν πάλαι πταισμάτων, θεραπευθῆναι τὰ τραύματα, τῇ σῇ συμπαθείᾳ δυσώπησον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλην τὴν αἴγλην τοῦ Ἁγίου Πνεύματος, Πάτερ δεξάμενος, ὁλολαμπὴς ὤφθης, στῦλος προηγούμενος, τῆς Ἐκκλησίας, Ὅσιε, φωτεινή τε νεφέλη, παμμάκαρ ἐπισκιάζουσα, τὰ τῶν Ὀρθοδόξων συστήματα.
Δόξα Πατρὶ...
Ὑπὸ Χριστοῦ προχειρισθεὶς Διδάσκαλος, θεῖα διδάγματα, χρυσοειδεῖ γλώσσῃ, γνώμῃ τε θεόφρονι, πλουσίως σὺ ἐπήγασας, τοῦ Θεοῦ ποταμὸς γάρ, ὑδάτων πλήρης τοῦ Πνεύματος, ὤφθης θεοφάντορ Χρυσόστομε.
Καὶ νῦν... Θεοτοκίον
Πεποικιλμένη ποικιλίᾳ χάριτος, θεοχαρίτωτε, τὸν τοῦ Πατρὸς Λόγον, σάρκα χρηματίσαντα, δι' εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγέννηκας, μείνασα Παρθένος ἀμόλυντος.
ᾨδὴ γ΄. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. α΄. Ὁ Εἱρμός.
Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ᾿ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν
μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.
Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ στερεώσας κατ' ἀρχὰς
Νοῦν σὺ Χριστοῦ πεπλουτηκώς, σῇ καθαρᾷ πολιτείᾳ, τῆς ἀνθρώπων σωτηρίας ἐγένου, συνεργὸς ὑφηγητής, δημηγόρος Χρυσόστομε, διδασκαλίας βρύων, σωτηριώδεις θεόπνευστε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐκ τῶν ἀσύλων θησαυρῶν, τοῦ Πνεύματος σὺ πλουτήσας, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, τὴν ἀέναον πηγήν, τῶν διδαγμάτων ἤρδευσας, τῆς Ἐκκλησίας ἅπαν, Ὅσιε Πάτερ τὸ πρόσωπον.
Δόξα Πατρὶ...
Ὑλομανούσας τῶν ψυχῶν, Χρυσόστομε τὰς ἀρούρας, τῇ πανσόφῳ γεωργίᾳ τῶν λόγων, ἐξεκάθηρας σαφῶς, καὶ καρποφόρους ἔδειξας, τοῖς οὐρανίοις ὄμβροις, ταύτας ἐπάρδων θεόληπτε.
Καὶ νῦν... Θεοτοκίον
Μῶμος ἐν σοὶ καὶ μολυσμός, οὐκ ἔστιν ὅλως Παρθένε, ἐνδιαίτημα δὲ μᾶλλον ἐφάνης, οὐρανίων ἀρετῶν, ἐν σοὶ γὰρ κατεσκήνωσε, τῶν ἀρετῶν ἡ πᾶσα, ἁγιωσύνη Πανάμωμε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος πλ. α΄. Μιμητὴς ὑπάρχων.
Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος,
τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας,
καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος.
Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς
γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔβλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐ‐
ταῖς, λέγων τό, Χαίρετε· θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσά‐
μην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν
τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Κάθισμα τοῦ Μηναίου.
Κάθισμα Ἦχος πλ. δ' - Τὴν Σοφίαν καὶ Λόγον
Τῆς ἀῤῥήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν γνωστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων ἀξίως, βυθίζοντα δόγματα, ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορός
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Τὸν φλογμὸν τῆς γεέννης καὶ ἐμπρησμόν, τὸν κλαυθμὸν τὸν ἐν ταύτῃ καὶ ὀδυρμόν, τὸν ἐλεεινότατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν Ἁγίων κλήρου, καὶ τῆς ὁμηγύρεως, ἐνθυμουμένη φρῖξον, ψυχή μου καὶ στέναξον, καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἀπαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν μόνην Ἁγνήν, δι' ἧς πταισμάτων δίδοται ἡ ἄφεσις, τοῖς αὐτὴν Θεοτόκον, ὀρθοδόξως δοξάζουσι.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε, ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Ὁ Οἶκος
Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε, φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας΄ Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με. Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην΄ τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε, διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου.
Στίχοι
• Μύσας ὁ Χρυσοῦς Ἰωάννης τὸ στόμα,
• Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα.
• Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.
Ταῖς τοῦ Χρυσοῤῥήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
________________________________________ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾨδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
ὁ β’ χορός
ᾨδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου...
ὁ α’ χορός
...στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
________________________________________
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β΄.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον ΙΑ΄.
Μετὰ τὴν θείαν ἔγερσιν, τρὶς τῷ Πέτρῳ· Φιλεῖς με; πυθόμενος ὁ Κύριος, τῶν ἰδίων προ‐
βάτων, προβάλλεται ποιμενάρχην· ὃς ἰδών, ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην· Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;
Ἦχος β’. Ἕτερον Γυναῖκες ἀκουτίσθητε
Τὸν μεγαλοφωνότατον, τῆς μετανοίας κήρυκα, τὸν θησαυρὸν τῶν πενήτων, τὸ στόμα τῆς Ἐκκλησίας, τὸ χρύσεον καὶ εὔλαλον, τῶν Γραφῶν τὴν σαφήνειαν, Ἰωάννην τόν πάνσοφον, ἀνευφημήσωμεν πάντες, ὡς ὑπ' αὐτοῦ στηριχθέντες.
ὁ α’ χορός
Θεοτοκίον ὅμοιον
Παρθένε παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ κλεινῷ Χρυσοστόμῳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς σε, καὶ αἰωνίων ἅπαντας, ἀγαθῶν ἀξιῶσαι΄...
ὁ β’ χορός
...δύνασαι γὰρ ὅσα θέλεις.
________________________________________ΑΙΝΟΙ
Ἦχος πλ. α΄..
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη΄, ρμθ΄) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α΄.
Στίχ. α΄. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα,
τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. β΄. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέ‐
στης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου· καὶ
προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.
Στίχ. γ΄. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι᾿ ἡμᾶς παθόντα·
καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ
πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν,
ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. δ΄. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κε‐
κλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ!Ἐλέησον ἡμᾶς.
Τοῦ Ἱεράρχου, Στιχηρὰ Προσόμοια δ΄.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Στίχ. ε΄. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Χρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγματα, προχεόμενος πάνσοφε, πλουτίζεις Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκεις, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε, διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.
Στίχ. Ϛ΄. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάῤῥυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κῆρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.
Στίχ. ζ΄. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἥλιος πολύφωτος, τὴν οἰκουμένην τοῖς λόγοις σου, καταυγάζων γεγένησαι, ἀστὴρ φαεινότατος, λαμπὰς φανοτάτη, πυρσὸς τοὺς θαλάσση, τῇ κοσμικῇ διαπαντός, χειμαζομένους ὁ προσκαλούμενος, πρὸς ὅρμον γαληνότατον, τῆς σωτηρίας ἐν χάριτι, χρυσόλογε Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν
Στίχ. η΄. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, καὶ νίκης διαδήματι, σὲ ὁ Χριστὸς ἐστεφάνωσε, Ἰωάννη Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ΄. Ἀνατολίου.
Χρυσέοις ἔπεσι, καὶ θεοφθόγγοις διδάγμασι, κατακοσμήσας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, πλοῦτον πνευματικὸν ἐθησαύρισας ἐν αὐτῇ, τὰ σὰ θεοπαράδοτα λόγια΄ διὸ στέφανον ἐξ ἀκηράτων ἀνθέων, πλεξαμένη τοῖς ᾄσμασι, τῇ ἱερᾷ σου προσφέρει μνήμῃ, πάγχρυσε τῇ ψυχῇ σὺν τῇ γλώττῃ, Ἰωάννη Θεόσοφε. Ἀλλ' ὡς ἔχων παῤῥησίαν Ὅσιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης
ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνα‐
τος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς
ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β΄.
Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα
τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐
αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α'
ὁ α’ χορός
Ἦχὸς β΄.
Στίχ. α΄. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β΄. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ α’ χορός
Στίχ. γ΄. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ β’ χορός
Δόξα Πατρὶ...
ὁ α’ χορός
Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
ὁ β’ χορός
Στίχ. α΄. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον΄ αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α’ χορός
Στίχ. β΄. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ...
ὁ β’ χορός
Στίχ. γ΄. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ...
ὁ α’ χορός
Δόξα Πατρὶ...
ὁ β’ χορός
Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ΄. Ἦχος ὁ τυχών. Ψ. ριζ΄ (117).
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ
Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.
Στίχ. β΄. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι,.......
Στίχ. γ΄. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·
ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι,...........
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β΄. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ
νεκρῶν… ψάλλοντάς σοι, Ἀλληλούϊα.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ
Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.
Τοῦ Ἁγίου.
Ἡ τοῦ στόματός σου, καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν·
ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο· τὸ ὕψος ἡμῖν, τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῶν Εἰσοδίων τῆς Θεοτόκου (ἀπὸ η΄ ἕως κε΄ πλὴν τῆς κ΄ Νοεμβρίου).
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεQ